[227r] εἰ καὶ τὸ ὑπάρχον τρόπος ἐστίν; δηλοῖ γὰρ τὸ ἐκβὰν ἐνδεχόμενον· οὐ γάρ, εἰ ψεῦδος τὸ ὑπάρχειν μὴ παντί, ἀληθὲς τὸ ὑπάρχειν παντί, ἐπειδὴ ἐπὶ τῶν μετὰ τρόπου κατὰ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται. ἢ ἐχρήσατο τότε τῷ ὑπάρχειν ἀντὶ τοῦ ἔστιν· πρὸ μὲν γὰρ τῶν μίξεων τὸ ὑπάρχον ἰσοδυναμεῖ τῷ ἔστιν· ἐν δὲ ταῖς μίξεσιν τρόπος ἐστὶν τὴν ἔκβασιν τοῦ ἐνδεχομένου δηλῶν. καὶ τὸ μὲν πρῶτον δείξεις ἐκ τοῦ λέγεσθαι πᾶσαν πρότασιν ἢ τοῦ ὑπάρχειν εἶναι ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· εἰ γὰρ καὶ τὸ ὑπάρχειν τρόπος, ποῦ αἱ ἄνευ τρόπου προτάσεις; τὸ δὲ δεύτερον ἐκ τοῦ τρόπων εἶναι τὰς μίξεις· τὸ γὰρ ἔστιν παντὶ τρόπῳ ἀεὶ συνέζευκται καὶ οὐ ποιεῖ μῖξιν ἀεί. τὸ ὑπάρχον οὐ τρόπος, εἰ πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· ποῦ γὰρ αἱ ἄνευ τρόπου, εἰ καὶ τὸ ὑπάρχον τρόπος; ἢ ἐπὶ τοῦ ὑπάρχοντος τὸν τέταρτον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου δεικνὺς ἀντίφασιν ἔλαβεν τοῦ ὑπάρχειν παντὶ τὸ ὑπάρχειν οὐ παντί, οὐ τὸ μὴ ὑπάρχειν παντί· κατὰ γὰρ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται τῶν μετὰ τρόπου καταφάσεων. ὅτι τὸ ὑπάρχον τρόπος, εἰ μίγνυσιν αὐτὸ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ· τρόπων γὰρ αἱ μίξεις· οὐ γὰρ λέγεται μῖξις τοῦ κατὰ τὸ ἔστιν ὑπάρχοντος πρὸς τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον ἀεὶ συνόντος αὐτοῖς.
ΕΙΣ ΤΑΣ ΜΙΞΕΙΣ
[5] Συμβαίνει δέ ποτε. Μετὰ τοὺς συλλογισμοὺς τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου παραδίδωσιν ὁ Ἀριστοτέλης τοὺς συλλογισμοὺς τοῦ ἐνδεχομένου. ἀλλὰ μίγνυσι πρότερον τὸ ὑπάρχον τῷ ἀναγκαίῳ διὰ δύο αἰτίας· ἢ γὰρ ὅτι ποικίλος ὁ περὶ τῶν ἐνδεχομένων συλλογισμῶν λόγος, ἢ ἵνα συμπληρώσῃ τὸν περὶ τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου λόγον καὶ τῶν ἁπλῶν ἐγνωσμένων καὶ τοῦ συνθέτου. ὑπάρχον δὲ λαμβάνει νῦν οὐχ ὡς ἐν τοῖς τρισὶ σχήμασι τὸ κατὰ τὸ ἔστιν ἀλλὰ κατὰ τὸ ἐκβὰν ἐνδεχόμενον· εἴτε γὰρ τὸ ἐν τοῖς τρισὶ σχήμασιν ὑπάρχον τρόπος εἴη, παραλελειμμέναι ἔσονται αἱ ἄνευ τρόπου προτάσεις
[227v] (ἔφη γὰρ ἐκεῖσε “ἐπεὶ δὲ πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν”), εἴτε τὸ νῦν ὑπάρχον μὴ εἴη τρόπος, οὐκ ἔστιν μῖξις· τῷ γὰρ ψιλῷ “ἔστιν” πᾶς τρόπος συνέζευκται. ζητοῦμεν δὲ ἐν ταῖς μίξεσιν οὐχὶ 〈εἰ〉 καθόλου ἢ μερικὸν συνάγεται, οὐδ’ εἰ καταφατικὸν ἢ ἀποφατικόν (οὐδεμία γὰρ περὶ ταῦτα γίνεται ἐξαλλαγὴ παρὰ τὰ εἰρημένα, ἐπειδὴ καὶ τὸ καθόλου ὑπάρχον τότε ἐλαμβάνετο φερόμενον καὶ κατὰ τῶν τρόπων), ἀλλ’ εἰ ὑπάρχον ἢ ἀναγκαῖον ἢ ἐνδεχόμενον τὸ συμπέρασμα. μίξεως τοίνυν γινομένης ὑπάρχοντος καὶ ἀναγκαίου ἐν πρώτῳ σχήματι ὁ μὲν Ἀριστοτέλης τῇ μείζονι ἕπεσθαι βούλεται τὸ συμπέρασμα, εἰ δὲ ἐν δευτέρῳ, τῇ ἀντιστρεφομένῃ, εἰ δὲ ἐν τρίτῳ, τῇ μὴ ἀντιστρεφομένῃ· αὗται γὰρ μείζονες γίνονται ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ· ἐπὶ δὲ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος καὶ τοῦ πέμπτου τοῦ τρίτου τῶν μὴ ἀναγομένων δι’ ἀντιστροφῆς εἰς τὸ πρῶτον σχῆμα τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα. οἱ δ’ ἑταῖροι αὐτοῦ, Θεόφραστος καὶ Εὔδημος, καὶ οἱ ἀπὸ Πλάτωνος καθόλου καὶ νῦν τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμά φασιν ὥσπερ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ. τῶν δὲ νεωτέρων ἠκολούθησαν Ἀριστοτέλει μὲν Ἀλέξανδρος καὶ Ἰάμβλιχος, Θεοφράστῳ δὲ καὶ Εὐδήμῳ καὶ τοῖς ἀπὸ Πλάτωνος Θεμίστιος, Συριανός, Πρόκλος. ὅτι τοίνυν ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον συνάγεται, δείκνυσιν ὁ Ἀριστοτέλης οὕτως· εἰ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης διὰ τὸν ὅρον τοῦ κατὰ παντός. ἀλλ’ οὐ παντὶ μέρει, φασί, τοῦ B τὸ A ἐξ ἀνάγκης ὑπάρχει, ἀλλὰ μόνοις τοῖς ἀναγκαίοις αὐτοῦ μέρεσιν· ὧν οὐκ ἔστιν τὸ Γ διὰ τὸ ὑπάρχουσαν εἶναι τὴν ΒΓ πρότασιν· διὰ γὰρ τοῦτο δύναται τὸ Γ τοῦ Β μηδὲν ὑπάρχον μέρος εἶναι, ὅτε χωρίζεται αὐτοῦ. καὶ ἐπεὶ τὸ Α τοῦ Β ἀχώριστόν ἐστιν, τὸ δὲ Β τοῦ Γ’ χωριστόν, καὶ τὸ Α τοῦ Γ χωρίζεται, καὶ διὰ τοῦτο οὐκ ἐξ ἀνάγκης αὐτῷ ὑπάρχει. Ἀλέξανδρος δὲ