Εἰς τοὺς ἀναγκαίους συλλογισμούς
[226r] Τὸν αὐτὸν δὲ τρόπον ἕως τέλους τῶν τριῶν σχημάτων. Μετὰ τοὺς ὑπάρχοντας συλλογισμοὺς τοὺς ἀναγκαίους παραδίδωσιν, ἐπειδὴ πολλὴ συγγένεια τῷ ὑπάρχοντι πρὸς τὸ ἀναγκαῖον· καὶ γὰρ τὸ ὑπάρχον, ἔστ’ ἂν ὑπάρχῃ, ἀναγκαῖόν ἐστιν· καὶ αἱ ἀντιστοφαὶ ἐπὶ τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου ὁμοίως ἔχουσι. καὶ διὰ τοῦτο καὶ οἱ συλλογισμοὶ σχεδὸν ὁμοίως ἔχουσιν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου. τὸ δὲ σχεδὸν διὰ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος καὶ τὸν πέμπτον τοῦ τρίτου· οὗτοι γὰρ ἐπὶ ὑπάρχοντος δι’ ἀντιστροφῆς μὲν οὐκ ἐδείκνυντο, δι’ ἀδυνάτου δὲ καὶ δι’ ἐκθέσεως, καὶ ἡ δι’ ἀδυνάτου καὶ δι’ ἐκθέσεως πίστις ἐπὶ τῶν ἄλλων περιουσιαστικὴ οὖσα ἐπὶ τούτων ἀναγκαία ἐγίνετο· ἐπὶ δὲ τοῦ ἀναγκαίου δι’ ἀδυνάτου οὐ δείκνυνται, ἐπειδὴ ἐν τῷ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ αἱ ἀντιφάσεις λαμβάνονται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· καὶ διὰ τοῦτο εἰς μῖξιν ἐμπίπτομεν ἐνδεχομένου καὶ ἀναγκαίου, ἣν οὔπω ἴσμεν τί συνάγει. δι’ ἐκθέσεως δὲ μόνης δείκνυνται, καὶ ἡ δι’ ἐκθέσεως πίστις ἐπὶ τοῦ ὑπάρχοντος κατὰ τοὺς εἰρημένους τρόπους περιουσιαστικὴ οὖσα ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γίνεται. δείκνυνται δὲ δι’ ἐκθέσεως τὸν τρόπον τοῦτον. ἔστω γὰρ ὁ τέταρτος τρόπος τοῦ δευτέρου σχήματος· τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης παντί, τῷ δὲ ἐξ ἀνάγκης οὐ παντί· λέγω ὅτι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, ἔστω τὸ Δ ὑπὸ τὸ Γ, ᾧ οὐδενὶ τὸ Α ὑπάρχει·
[226v] ἐπεὶ οὖν τὸ Α τῷ μὲν Β παντὶ ἐξ ἀνάγκης, τῷ δὲ Α ἐξ ἀνάγκης οὐδενί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ δευτέρου σχήματος τὸ Β τῷ Δ ἐξ ἀνάγκης οὐδενί· τὸ δὲ Δ τι Γ ἐστίν· τὸ Β ἄρα ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ· ὅπερ ἔδει δεῖξαι. ἀλλὰ δὴ ἔστω ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, καὶ τὸ μὲν Α ἐξ ἀνάγκης τῷ Γ οὐ παντί, τὸ δὲ Β τῷ Γ ἐξ ἀνάγκης παντί· λέγω ὅτι τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ Α τινὶ τῶν ὑπὸ τὸ Γ, οἷον τὸ Δ, οὐδενὶ ὑπάρξει ἐξ ἀνάγκης· ἐπεὶ οὖν τὸ μὲν Α τῷ Δ ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ Β τῷ Δ ἐξ ἀνάγκης παντί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ τρίτου σχήματος τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐ παντί.
[1] Ὅτι ἕτερον τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον. τὸ γὰρ ἐνδεχόμενον οὔτε ὑπάρχει οὔτε ἀναγκαῖόν ἐστιν, μέλλει δὲ ὑπάρχειν· καὶ τὸ ὑπάρχον ἐκβὰν ἐνδεχόμενόν ἐστιν καὶ ταύτῃ διαφέρει τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου.
[2] Ὅτι ἕτεροι καὶ οἱ συλλογισμοὶ τῶν τριῶν τῷ τὰς προτάσεις καὶ τὰ συμπεράσματα ποτὲ μὲν τοῦ ὑπάρχοντος εἶναι ποτὲ δὲ τοῦ ἀναγκαίου ποτὲ δὲ τοῦ ἐνδεχομένου. [3] Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει. ἀλλὰ καὶ τὸ κατηγορικόν· καὶ πλέον τὸ κατηγορικόν· τοῦτο γὰρ ὁμοίως ἐπὶ τῶν τριῶν ἀντιστρέφει· τὸ δὲ στερητικὸν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου μόνον ὁμοίως ἀντιστρέφει, ἄλλως δ’ ἐπὶ ἐνδεχομένου. καὶ διὰ τοῦτο μόνου τοῦ κατεπείγοντος ἐμνημόνευσεν.
[4] Ἐν τῷ οἰκείῳ σχήματι, εἰ καὶ μὴ ἐν τῷ οἰκείῳ τρόπῳ.
Ὅτι ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου ἡ δι’ ἀδυνάτου δεῖξις περιουσιαστικὴ οὖσα ἐν δευτέρῳ σχήματι πλὴν τοῦ τετάρτου τρόπου καὶ ἐν τρίτῳ πλὴν τοῦ πέμπτου τρόπου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου. ὅτι ἡ δι’ ἐκθέσεως ἀπόδειξις ἐπὶ ὑπάρχοντος περιουσιαστικὴ οὖσα ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου.
Πῶς ἐπὶ τοῦ ὑπάρχοντος ἔδειξεν τὸν τέταρτον τρόπον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου μὴ ἀντιθεὶς τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιόν ποιῷ,