Pular para o conteúdo

In Aristotelis Categorias commentarius

Amônio · Livro 4

Livro 4

[216] [66.5]

Πρὸ τῆς τῶν πρός τι διδασκαλίας πέντε ταῦτα χρὴ ζητεῖν· τὴν τάξιν [217] αὐτῶν τὴν αἰτίαν τῆς ἐπιγραφῆς τὴν ὑπόστασιν τὸν τροπὸν τῆς οιοασκαλίας τὴν εἰς τὰ εἴδη διαίρεσιν. καὶ πρῶτον τὴν τάξιν. δία ποίαν αἰτίαν τὰ πρός τι προτέτακται τοῦ ποιοῦ, εἴπερ ἁπλὴ τίς ἐστι κατηγορία, ἡ δὲ τῶν πρός τι σύνθετος, ῥᾷον δὲ τὰ ἁπλᾶ μανθάνομεν τῶν πολυσχεδῶν; φαμὲν οὖν ὅτι ἐπειδὴ ἐν τῇ τοῦ ποσοῦ διδασκαλίᾳ ἐμνήσθη τῶν πρός τι, ἵνα μὴ ἐπὶ πολὺν χρόνον ἐάσῃ τὸν ἀκροατὴν ἀγνοοῦντα περὶ αὐτῶν, διὰ τοῦτο εὐθέως περὶ αὐτῶν ποιεῖται τὴν διδασκαλίαν, ὥσπερ καὶ ὲν τῇ οὐσίᾳ μνησθεὶς τοὐ ποσοῦ μετὰ τὴν οὐσίαν εὐθὺς περὶ τούτου διαλέγεται. διὰ τί δὲ Περὶ τῶν πρός τι ἐπιγέγραπται, καὶ οὐχὶ περὶ του πρὸς τι ἑνικῶς., λέγομεν ὅτι ἐπειδὴ οὐχ οἷόν τε ἓν πρᾶγμα αὐτὸ καθ’ αὑτὸ εἶναι τῶν πρός τι, ἀλλὰ πάντως ἐν δυσὶ θεωρεῖται τὰ πρός τι· τὸ γὰρ δεξιὸν ἀριστεροῦ ἐστι δεξιόν, οὐκ ἂν δὲ εἴποις αὐτὸ καθ’ αὑτὸ δεξιόν· καὶ διὰ τοῦτο πληθυντικῶς Περὶ τῶν πρός τι ἐπέγραψεν, ἐπὶ ἰδὲ τῆς οὐσίας ἑνικῶς. δυνατὸν γὰρ ἓν πρᾶγμα οἷον ἄνθρωπον ξύλον εἶναι οὐσίαν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ποσοῦ δυνατὸν τὸ δίπηχυ μόνον ποσὸν λέγεσθαι· ἐπὶ δὲ τῶν πρός τι οὐχ ὁμοίως. περὶ δὲ τῆς ὑποστάσεως αὐτῶν τινὲς μὲν ἔλεγον μηδὲν εἶναι τῶν πρός τι φύσει ἀλλὰ θέσει, οἷον τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν καὶ ὅσα τοιαῦτα, οἵτινες οὐκ ὀρθῶς λέγουσιν· οὕτω γὰρ ἔγνωσται ταῦτα τῇ φύσει, ὡς καὶ τὰ μόρια τοῦ σώματος σχέσει τινὶ πρὸς ἄλληλα θεωρεῖται, οἷον τὸ μὲν ἧπαρ δεξιὸν ὁ δὲ σπλὴν ἀριστεφός, καὶ οὒκ ἄν ποτε γένοιτο οὔτε τὸ ἧπαρ ἀριστερὸν οὔτε ὁ σπλὴν δέξιος· τινες δὲ πάντα πρός τι ἔλεγον, ὧν εἷς ἐστι Πρωταγόρας ὁ σοφιστής· οὗτος γὰρ ἔλεγεν ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει· ὁ γὰρ λέγων ὅτι τὸ μέλι [218] [67.1] γλυκύ ἐστιν ἀληθεύει πρός τινας γὰρ γλυκύ ἐστι), καὶ ὁ λέγων αὐτὸ πικρὸν ἀληθεύει· πρὸς γὰρ τοὺς ἰκτεριῶντας πικρόν ἐστι. τοῦτον οὖν Πλατῶν ἐλέγχων φησὶν ὅτι ῾ ὦ Πρωταγόρα, ἀληθεύεις λέγων, ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, ἢ ψεύδῃ· εἰ μὲν οὗν ψεύδῃ, εἰκότως διὰ τοῦτό σοι οὐ, πιστεύσομεν, εἰ δ᾿ ἀληθεύεις λέγων ὅτι πᾶς ὁ ὁτιοῦν λέγων ἀληθεύει, λέγομεν δὲ περὶ σου ὅτι ψεύδῃ, ἀληθεύομεν ἄρα, ὥστε πάλιν ψεύδῃ, καὶ οὐ παντᾶ τῶν πρός τί ἐστι.᾿ τινὲς δὲ ὀρθῶς εἶπον ὅτι τῶν πραγμάτων τὰ μὲν ἐστι π,ρός τι, τὰ δὲ αὐτὰ καθ’ αὑτά, πρός τι μὲν οἷον δεξιὸν ἀριστερόν, ἀυτὰ δὲ καθ’ αὑτὰ οἷον σῶμα ἄνθρωπος· καὶ γὰρ ὁ ἄνθρωπος καθὸ ἄνθρωπος οὐκ ἔστι τῶν πρός τι. καὶ ταῦτα μὲν περὶ τῆς ὑποστάσεως πρό‘ς τι· τρόπῳ δὲ διδασκαλίας κέχρηται τοιῷδε· πρότερον αποοιοωσι τὸν ὁρισμὸν αὐτῶν, ὃν οἱ παλαιοὶ ἔθεντο, εἶτα δείκνυσιν ἄτοπα πολλὰ τῷ ὁρισμῷ τούτῳ ἑπόμενα, καὶ οὕτως ἕτερον αὐτὸς ἴδιον αὐτῶν ἀποδίδωσιν, ὃ καὶ μόνοις καὶ πᾶσιν ὑπάρχει. ἵνα δὲ μὴ δόξῃ τῶν παλαιῶν κατατρέχειν, | πρότερον τὸν αὐτῶν ὁρισμὸν ὡς ἴδιον τῶν πρός [219] τι ἀποδίδωσιν. ἡ δὲ διαίρεσις τῶν πρός τί ἐστιν αὕτη· τῶν πρός τι τά μὲν καθ᾿ ὁμωνυμίαν ὡς τὸ ὅμοιον τῷ ὁμοίῳ ὅμοιον, τὰ δὲ καθ’ ἑτερωνυμίαν ὣς τὸ δεξιὸν ἀριστεροῦ δεξιόν. καὶ τούτων τὰ μὲν κατὰ τὸ περιέχον καὶ περιεχόμενον ὡς τὸ διπλάσιον ἡμίσεος διπλάσιον, τὰ δὲ κατὰ τὸ ἄρχον καὶ ἀρχόμενον ὡς ὁ δεσπότης δούλου δεσπότης, τὰ δὲ κατὰ τὸ κρίνον καὶ κρινόμενον ὡς τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν, τὰ δὲ κατὰ τὸ μετέχον καὶ μετεχόμενον ὡς ὁ ἐπιστήμων τῷ μετέχειν ἐπιστήμης λέγεται έπιστήμων, τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς ὁ πατὴρ υἱοῦ πατήρ, τὰ δὲ κατὰ τὸ ποιοῦν καὶ πάσχον ὡς ὁ τύπτων τυπτόμενον τύπτει, τὰ δὲ κατὰ τὴν ἐν τόπῳ διαφορὰν ὡς ἀριστερὸς δεξιοῦ ἀριστερὸς καὶ δεξιὸς ἀριστεροῦ δεξιός.

[220]“

Πρός τι δὲ τὰ τοιαῦτα λέγεται.

”

Τῷ λέγεται ἐχρήσατο ὡς μὴ ἀρεσκόμενος τῷ λόγῳ. παρακατιὼν γὰρ δεέκνυσιν ἄτοπα πολλὰ τούτῳ τῷ ὁρισμῷ ἑπόμενα, καὶ οὕτως ἄλλον τίθησιν ὁρισμὸν.

[221] [68.1]

[222]“

Ὅσα αὐτὰ ἅπερ ἐστίν.

”

Οἷον δεξιὸς ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἑτέρου λέγεται δεξιός, ἀλλὰ καθὸ δεξιός.

[223]“

Ἤ ὁπωσοῦν ἄλλως.

” [68.5]

᾿ Επεοδὴ εἶπεν ὅσα ἑτέρων, ἵνα μὴ ὑπολάβῃς ὅτι πρὸς μόνην γενικὴν ἀποδίδοται, φησὶν ὅτι ἢ ὁπωσοῦν ἄλλως, τοῦτ’ ἔστιν εἴτε πρὸς δοτικὴν εἴτε πρὸς αἰτιατικήν.

[224]“

Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι.

”

ἐπειδὴ γὰρ τὰ πρότερα τοῦ ποσοῦ ἐστι ταῦτα δὲ τοῦ ποιοῦ, εἰκότως ἔδοξεν αὐτὰ χωρίζειν εἰρηκὼς ἔστι δὲ καὶ τὰ τοιαῦτα, ἢ ὅτι ἐκεῖνα μὲν πρὸς γενικὴν ταῦτα δὲ καὶ πρὸς δοτικὴν καὶ αἰτιατικὴν ἔχει τὴν ἀντιστροφήν.

[225]“

⟨Ἕξις⟩, διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις.

”

ἐκτιθέμενος τὰ παραδείγματα τέχνας ἡμῖν παραδίδωσι τῆς ἀνακάμψεως τῶν πρός τι· ἡ γὰρ ἕξις ὅπερ ἐστὶ πρὸς γενικὴν ἀποδίδοται (ἑκτοῦ γὰρ λέγεται ἕξις) καὶ ἀνάπαλιν τὸ ἑκτὸν ἕξει ἑκτὸν ὅ πρὸς δοτικὴν ἀποδίδοται, καὶ ἡ διάθεσις ὁμοίως διαθετοῦ διάθεσις καὶ τὸ διάθετόν διαθέσει διάθετόν, καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν.

[226]“

Ἔστι δὲ καὶ ἡ ἀνάκλισις καί. |

”

Καἰ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα, φησί, θέσεις εἰσίν· εἴδη [227] γὰρ ταῦτα τῆς θέσεως, ἡ δὲ θέσις τῶν πρός τι, καὶ ταῦτα ἄρα τῶν πρός τι· ἢ γὰρ ὅλον τὸ σῶμα ὀρθόν ἐστι καὶ καλεῖται στάσις, ἢ ὅλον πλάγιον κεῖται καὶ καλεῖται ἀνάκλισις, ἢ μέρος μέν τι αὐτοῦ ἵσταται μέρος δὲ κέκλιται καὶ καλεῖται καθέδρα.

[228] [69.1]

[229]“

ὸ δὲ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι.

”

Ταῦτα, φησίν, οὐκ εἰσὶ θέσεις, εἴ γε ἡ μὲν θέσις πρός τί ἐστιν, ταῦτα δὲ θέσεις μὲν οὐκ εἰσί παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων εἰδῶν τῆς θέσεως μετηνέχθησαν, ἀπὸ μὲν τῆς στάσεως τὸ ἑστάναι, ἀπὸ δὲ τῆς ἀνακλίσεως τὸ ἀνακεκλίσθαι, ἀπὸ δὲ τῆς καθέδρας τὸ καθέζεσθαι. ὥσπερ δὲ ἀπὸ τῶν εἰδῶν τῆς θέσεως μετηνέχθησαν, οὕτω καὶ ἀπὸ τοὐ γένους τούτων, τοῦτ’ ἔστι τῆς θέσεως. μετενεχθήσεται τὸ κεῖσθαι, ἥτις ἐστὶ μία τῶν κατηγοριῶν· αὕτη γὰρ γένος ἐστὶ τοῦ ἑστάναι καὶ ἀνακεῖσθαι καὶ ἀνακεκλίσθαι καὶ καθέζεσθαι. ὥστε ἓν εἶδος τῶν πρός τι, τοῦτ’ ἔστιν ἡ θέσις, μίαν ἔτεκε κατηγορίαν τὴν τοῦ κεῖσθαι. καὶ οὐδὲν θαυμαστόν. καὶ δύο γὰρ εἴδη τοῦ ποσοῦ δύο ἔτεκε κατηγορίας, ὁ τόπος τὴν ποῦ καὶ ὁ χρόνος τὴν ποτέ, οὐχ ὅτι ὁ τόπος λέγεται ποῦ, ἀλλὰ τὰ πράγματα τὰ ἐν τόπῳ ὄντα, ὥσπερ οὐδὲ ὁ χρόνος αὐτὸς ποτέ, ἀλλὰ τὰ ἐν χρόνῳ γινόμενα πράγματα. ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν φιλόσοφον διὰ τί τὴν θέσιν καὶ τὴν στάσιν ὑπὸ τὰ πρός τι ἀνάγει· ταῦτα γὰρ ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἔδει ἀνάγεσθαι. λέγομεν οὖν ὅτι οὐ πάντως τὰ ἀπό τινος παρωνύμως λεγόμενα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τελεῖ· ἰδοὺ γὰρ ἀπὸ τῆς γραμματικῆς λέγομεν γραμματικόν, καὶ ἡ μὲν γραμματικὴ ἐπιστήμη οὖσα ὑπὸ τὴν ποιότητα ἀνάγεται, ὁ δὲ γραμματικὸς ὑπὸ τὴν οὐσίαν. οὕτω καὶ ἐπὶ τούτων τὴν μὲν ἐνέργειαν ὑπὸ τὰ πρός τι ἀνάγομεν, αὐτὸ δὲ τὸ κείμενον ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν.

[230]“

Ὑπάρχει δὲ καὶ ἐναντιότης.

”

Ἕτερον παρακολούθημά φησι τῶν πρός τι τὸ ἐπιδέχεσθαι ἐναντιότητα. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ παραφυάσιν ἔοικεν εἶναι τὰ πρός τι καὶ πράγματα οὐκ ἔστιν ἀφωρισμένα, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις εὑρίσκεται, μιμεῖται ἐκείνας αἷς προσπλέκεται· οἷον ἐπειδὴ τῇ οὐσίᾳ καὶ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, τοιγαροῦν οὐδὲ τοῖς πρός τι τοῖς περὶ αὐτὰ ἔστιν εὑρεῖν ἐναντίον, οἷον τριπλασίῳ· τὸ γὰρ τριπλάσιον τῶν πρός τί ἐστι (τινὸν γὰρ λέγεται τριπλάσιον), καὶ ὅμως οὐκ ἔχει τι ἐναντίον, ἐπειδὴ συμπλέκεται κατηγορίᾳ μὴ τοῦτο ἐχούσῃ. ὁμοίως δὲ καὶ ἐπὶ τῆς οὐσίας ⟨οἶον⟩ δεσπότῃ υἱῷ δεξιῷ ἀριστερῷ· οὐδὲ γάρ τούτοις ἐστί τι ἐναντίον διὰ [231] [70.1] οἷς συμπλέκεται ὑπὸ κατηγορίαν ἀνῆχθαι μηδὲν ἔχουσαν ἐναντίον. ἐπειδὴ δὲ ἡ ποιότης ἐπιδέχεται ἐναντιότητα, ὁμοίως καὶ τὰ περὶ αὐτὴν πρὸς τι, οἷον ἀρετῇ κακία ἐναντίον καὶ τῇ ἐπιστήμῃ ἄγνοια. ἰστέον δὲ ὅτι ταῦτα μὲν ἀλλήλοις ἐστὶν ἐναντία, ἀλλ’ οὐχ ὡς πρός τι | ἀποκρίνεται, οἷον ἡ [232] [70.5] ἀρετὴ ⟨σπουδαίου ἀρετὴ⟩ καὶ ὁ σπουδαῖος ⟨ἀρετῇ σπουδαῖος⟩, ὁμοίως δὲ καὶ ἡ κακία κακοῦ κακία καὶ ὁ κακὸς κακίᾳ κακός· ἐναντίον δ’ ἀρετῇ μὲν κακία, σπουδαίῳ δ’ ὁ κακός. εἰκότως τοίνυν ἐναντιότης θεωρεῖται ἐν τοῖς πρός τι, καὶ οὐ πᾶσι τοῦτο παρακολουθεῖ.

[233]“

Ἑκάτερον αὐτῶν πρός τι ὄν.

” [70.10]

’Iστεόν ὅτι ὅσοι λέγουσι τὸν Πλάτωνα οὕτως ὁρίζεσθαι τὰ πρός τι καὶ ἐν τῷ λέγεσθαι οἴεσθαι αὐτὸν εἶναι τὴν τῶν πρὸς τι ὑπόστασιν, συκοφαντοῦσι τὸν φιλόσοφον· καὶ γὰρ ἀπὸ τῶν εἰρημένων ἐν τῷ Γοργίᾳ ἔστι γνῶναι ὅτι τῷ αὐτὰ εἶναι χαρακτηρίζει· φησὶ γὰρ ἱεῖ ἔστι τὸ ποιοῦν, ἀνάγκη τι εἶναι καὶ τὸ πάσχον’· εἶναι γὰρ εἶπε, καὶ οὐ λέγεσθαι.

[234][70.15] “

Δοκεῖ δὲ καὶ τὸ μᾶλλον καὶ τό.

”

Ἕτερον παρακολούθημα τῶν πρός τί φησι, τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ τοῦτο δὲ ὅμοιον τῷ πρὸ αὐτοῦ· ὑπάρχει γὰρ τοῖς πρός τι, οὐ πᾶσι δέ. καὶ τοῦτο εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον, καὶ τοὐναντίον ὅπου οὐκ ἔστιν ἐναντιότης, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον. εἰ οὖν ἐστιν ἐν τοῖς πρός τι ἐναντιότης, ἔστιν ἐν αὐτοῖς καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐ πᾶσι δὲ τὸ τοιοῦτον παρακολουθεῖ, ἐπεὶ μηδὲ πᾶσιν ἐναντιότης εὑρίσκετο.

[235]“

Πάντα δὲ τὰ πρός τι.

”

Τοῦτο ἕτερον παρακολούθημα. ἵνα δὲ μάθωμεν τί ἐστι πρὸς ἀντιστρέφοντα [70.25] λέγεσθαι, μάθωμεν πρότερον τί ἐστιν ἀντιστροφή. στροφή ἐστιν ἡ ⟨ἀπὸ⟩ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκατάστασις. διὰ τοῦτο καὶ στρέφεσθαι λέγομεν τὸ πᾶν, ἐπειδὴ κύκλῳ κινούμενον ἀπὸ τοῦ αὐτοῦ ἐπὶ [236] [71.1] τὸ αὐτὸ ἀποκαθίσταται. ἀντιστροφὴ δὲ ἐστιν ἰσοστροφή· τὸ γὰρ ἀντὶ παρὰ τοῖς παλαιοῖς τὸ ἴσον σημαίνει, ὥσπερ τὸ ἀντίθεον ἰσόθεον καὶ ἀντιάνειρα τὴν γυναῖκα τὴν | ἴσην δύναμιν τῷ ἀνδρὶ ἔχουσαν, καὶ τὸν μέγαν [237] δάκτυλόν ⟨φαμεν⟩ ἀντίχειρα διὰ τὸ ἴσην ἔχειν δύναμιν τοῖς ἄλλοις τέσσαρσι δακτύλοις ἐν τῇ χειρί. * τὰ οὖν πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος ⟨καὶ ὁ δεσπότης δούλου δεσπότης⟩. ἤρξατο ἀπὸ τοῦ δούλου καὶ εἰς αὐτὸν πάλιν ἀποκατέστη. οὐ μόνον δὲ δοῦλος ἀντιστρέφει, ἀλλὰ καὶ δεσπότης].

[238]“

Οὐ μὴν ἀλλὰ καὶ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἐὰν μὴ οἰκείως.

”

Τὰ πρός τι, φησίν, ἰσότητα τηρεῖν ὀφείλει πρὸς ἄλληλα, ἵνα καὶ ἀντιστρέφῃ, ὥσπερ ἀντιστρέφει ὁ ἄνθρωπος καὶ τὸ γελαστικόν. ἐὰν δὲ ὦσιν ἄνισα, τῷ μὲν ἐλάττονι τὸ πλέον ἀκολουθεῖ ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον, τῷ δὲ πλείονι τὸ ἔλαττον οὐχ ἕπεται· οὐκέτι γὰρ τῷ ζῴω ὁ ἄνθρωπος ἀκολουθεῖ. οὗτος οὖν ὁ κανὼν ἔστω τῶν πρός τι. ἔστι δὲ ἰσότης, ὡς πατὴρ υἱοῦ, διπλάσιον ἡμίσεος, ⟨ἅπερ⟩ καὶ ἀντιστρέφει. ἐὰν δὲ ἄνισα ὦσιν, οὐκέτι· ἐὰν γὰρ ἀποδοθῇ ὄρνις πτεροῦ, ὡς εἶναι πτερὸν ὄρνιθος, οὐκ οἰκείως ἀποδίδοται· οὐ γὰρ ἐροῦμεν τὴν ὄρνιν πτερῷ ὄρνιν, ἐπειδὴ οὐ πᾶν πτερὸν ὄρνιθός ἐστι πτερόν· εἰσὶ γὰρ πτηνά, ἃ οὐκ εἰσὶν ὄρνιθες· τῶν γὰρ πτηνῶν τὰ μέν εἰσι σχιζόπτερα ὡς τὰ παρ’ ἡμῖν, ἃ καὶ μόνα ὄρνιθες καλοῦνται, ὡς καὶ αὐτὸς ἔφησε ἐν τῷ Περὶ ζῴων ἱστοριῶν ‘τὰ σχιζόπτερα ὄρνεις καλεῖσθαι’, τὰ δέ εἰσι δερμόπτερα ὡς αἱ νυκτερίδες, τὰ δὲ κολεόπτερα ὡς οἱ κάνθαροι, ἅπερ οὐκ εἰσὶν ὄρνιθες. ἐπεὶ οὖν τὸ πτερὸν καὶ ἡ ὄρνις οὐκ ἐξισάζει, ἀλλ’ ἐπὶ πλέον τὸ πτερὸν τῆς ὄρνιθος, ἐὰν αὐξήσωμεν τὸ ἔλαττον, τοῦτ’ ἔστιν τὴν ὄρνιν, εἰρηκότες πτερωτὸν καὶ ποιήσωμεν οὕτω τὸ πτερὸν πτερωτοῦ πτερόν, οὕτω γὰρ ἀντιστρέφει· λέγομεν γὰρ καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν. ἐν τούτῳ μὲν οὖν τῷ παραδείγματι ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ ῥηθήσεσθαι μέλλοντι ἐπὶ πλέον ἐστί· καὶ γὰρ τὸ πηδάλιον ἐὰν ἀποδοθῇ [239] [72.1] πλοίου πηδάλιον, οὐκέτι ἀντιστρέφει· οὐ γὰρ ἐροῦμεν τὸ πλοῖον πηδαλίου πλοῖον· πολλὰ γὰρ πλοῖ πηδάλια οὐκ ἔχει ὡς τὰ ἀκάτια. ἐπειδὴ οὖν ἄνισά εἰσι, δεῖ ταῦτα ἐξισῶσαι. ἐξισοῦται δὲ τὰ ἄνισα ἢ τοῦ πλείονος ἐλαττωθέντος ἢ τοῦ ἐλάττονος αὐξηθέντος. εἴ τοίνυν τὸ πλοῖον μὲν ἐπὶ πλέον, τὸ δὲ πηδάλιον ἐπ’ ἔλαττον, ἐξισώσαιμεν ἄν, εἰ τὸ πλέον ἐλαττώσομεν εἰρηκότες πηδαλιωτόν, ὅπως καὶ ἀντιστρέφῃ ἐξισωθέν. οὐκοῦν εἴπωμεν τὸ πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ πάλιν τὸ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν. οὕτως οὖν ἐν μὲν τῷ πρώτῳ παραδείγματι ἐπ’ ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ δευτέρῳ ἐπὶ πλέον ἦν τὸ πλοῖον τοῦ πηδαλίου, ὅπερ ἠλαττώσαμεν.

[240]“

Ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν.

”

τότε ἡμῖν ἀνάγκη ὀνοματοθετεῖν, φησίν, ἐὰν μὴ κείμενον ᾖ ὄνομα [241] πρὸς ὃ δεῖ ἀντιστρέφειν, οἷον ἐποίησεν ἐπὶ τοῦ πηδαλιωτοῦ. πάλιν ἡ κεφαλὴ ἐὰν ἀποδοθῇ πρὸς τὸ ζῷον καὶ εἴπωμεν ‘ζῴου κεφαλή’, οὐκ ἀντιστρέφει· οὐ γὰρ ἐροῦμεν τὸ ζῷον κεφαλῇ ζῷον· εἰσὶ γάρ τινα ζῷα κεφαλὴν μὴ ἔχοντα ὡς ὁ καρκίνος. ἀνάγκη οὖν ὀνοματοθετεῖν καὶ τὴν συνήθειαν καινοτομεῖν διὰ τὸ οἰκείως ποιεῖσθαι τὴν ἀντιστροφήν· οἰκείως οὖν ἀποδίδοται, ἐὰν οὕτως εἴπωμεν ‘ἡ κεφαλὴ κεφαλωτοῦ κεφαλή’· οὕτω γὰρ καὶ ἀντιστρέφειν δυνάμεθα τὸ κεφαλωτὸν κεφαλὴ κεφαλωτὸν εἰπόντες. καὶ καθόλου ὅταν ὀνοματοποιεῖν βουλώμεθα, ἀπὸ τῶν πρώτων καὶ ἀντιστρεφόντων παρώνυμον ποιήσομεν ὄνομα οἷον ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτὸν καὶ ἀπὸ τῆς κεφαλῆς τὸ κεφαλωτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ οὕτω πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται.

[242]“

Εἰ ἀπὸ τῶν πρώτων.

”

Κανόνα ἡμῖν παραδίδωσι, δι’ οὗ δυνησόμεθα ὀνοματοποιεῖν οἰκείως, ἐὰν ⟨ἐν⟩ τῇ κοινῇ συνηθείᾳ ὄνομα μὴ εὑρίσκηται. |

[243] [73.1]

[244]“

Πάντα οὖν τὰ πρός τι.

”[245]

Πάντα γὰρ οἰκείως ἀποδοθέντα ἀντιστρέφει. ἐὰν δὲ μὴ οἰκείως ἀποδοθῇ, οὐδὲ τὰ ὁμολογουμένως ἀντιστρέφοντα ἔτι δύναται ἀντιστρέφειν· οἷον οἰκείως ἀποδίδομεν καὶ λέγομεν ‘ὁ δοῦλος δεσπότου δοῦλος’, καὶ ἀντιστρέφει ‘ὁ δεσπότης δούλου δεσπότης’. ἐὰν μέντοι ὁ δοῦλος μὴ οἰκείως ἀποδοθῇ, ἤγουν δεσπότου, ἀλλὰ ἀνθρώπου, οὐκέτι ἀντιστρέφει· οὐδὲ γὰρ δυνατὸν λέγειν ὁ ἄνθρωπος δούλου ἄνθρωπος’. ὥστε ἐὰν μὴ οἰκείως 〈ἀποδοθῇ〉, οὐκέτι ἀντιστρέφει· ἡ γὰρ ἀντιστροφὴ ἐν μόνῃ καὶ πάσῃ τῇ οἰκείᾳ ἀποδόσει γίνεται.

[246][73.10] “

Ἔτι δὲ ἐὰν μέν τι οἰκείως ἀποδεδομένον ᾖ.

”

Ἐάν, φησίν, οἰκείως τὰ πρός τι ἀποδοδῇ, τῶν ἄλλων πάντων περιαιρουμένων καταλιμπανομένου δὲ μόνου τοῦ πρὸς ὃ οἰκείως ἀποδοθήσεται σώζεται ἡ ἀντιστροφὴ καὶ ὅλως τὰ πρός τι· οἷον ὁ δοῦλος ἐὰν τοῦ δεσπότου ἀποδοθῇ, ἀφαιρεθῇ δὲ τὸ δίπουν εἶναι ἢ τὸ ἐπιστήμης δεκτικόν, ὁμοίως μένει δοῦλος πρός τι λεγόμενος, ἐὰν δὲ ἀφαιρεθῇ ὁ δεσπότης, οὐκέτι λέγεται δοῦλος.

[247]“

Περιαιρουμένων τῶν ἄλλων ὅσα.

”

Καὶ οὐδὲν θαυμαστὸν ὅτι ταῦτα συμβεβηκότα εἶπεν· οὐχ ἀπλῶς γὰρ συμβεβηκότα εἶπεν, ἀλλὰ ταῦτα ὅσα πρὸς τὴν τοῦ δούλου σχέσιν εἶεν ἂν [73.20] συμβεβηκότα καὶ δευτέρως κατηγορούμενα, πρώτως δὲ καὶ καθ’ ἑαυτὸ ὁ δεσπότης φύσει. |

[248]“

Δοκεῖ δὲ τὰ πρός τι ἅμα.

”[249]

Ἕτερον παρακολούθημα τῶν πρός τί φησι τὸ ἅμα αὐτὰ τῇ φύσει [250] [74.1] εἶναι καὶ μηδέποτε δύνασθαι τοῦ ἑτέρου ὄντος τὸ ἕτερον μὴ εἶναι· ἅμα γὰρ τῷ εἰπεῖν δοῦλον ἀνάγκη τὸν δεσπότην ἐπινοεῖν, καὶ εἰ ἔστι διπλάσιον, ἀνάγκη καὶ ἥμισυ εἶναι καὶ τοὐναντίον. δῆλον δὲ ὡς ἐπὶ τῶν πλείστων εἶπεν, ἐπειδὴ ἐπί τινων ἄλλων μέλλει ἀπορεῖν.

[251][74.5] “

Καὶ συναναιρεῖ δὲ ταῦτα ἄλληλα.

”

Οὐ μόνον ταῦτα ἅμα ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ συναναιρεῖ ἄλληλα· ἐὰν γὰρ μὴ ᾖ δοῦλος, οὐδὲ δεσπότης ἐστί, καὶ δεσπότου μὴ ὄντος δοῦλος οὐκ ἔστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

[252]“

Τὸ γὰρ ἐπιστητὸν πρότερον δόξειε τῆς ἐπιστήμης εἶναι.

”

Νῦν ἀπορεῖ πρὸς τὰ εἰρημένα, εἰ ἄρα τὰ πρός τι ἅμα ἐστὶ τῇ φύσει καίτοι δοκοῦντος τοῦ ἐπιστητοῦ προτέρου εἶναι τῆς ἐπιστήμης. τὸ μὲν οὖν πρότερον διττόν, τὸ μὲν χρόνῳ τὸ δὲ φύσει. καὶ πρότερον μὲν χρόνῳ ἐστὶν οὗ πρὸς τὸ νῦν πλείων ἡ ἀπόστασις ὡς ἐπὶ τοῦ παρεληλυθότος· διὰ τοῦτο γὰρ λέγομεν τὰ Μηδικὰ πρότερα τῶν Πελοποννησιακῶν, ὅτι αὐτῶν πλείων ἡ ἀπόστασίς ἐστιν ἀπὸ τοῦ νῦν ἢ τῶν Πελοποννησιακῶν. ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐναντίον πρότερόν ἐστιν οὗ ἐλάττων ἀπὸ τοῦ νῦν ἡ ἀπόστασις· πρότερον γὰρ | τὸ αὔριον τοῦ μεταύριον. καὶ οὕτω μὲν τὸ τῷ [253] χρόνῳ πρότερον. τὸ δὲ φύσει πρότερόν ἐστι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, ὡς ἐπὶ τοῦ ζῴου καὶ ἀνθρώπου. τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἄν δόξειεν εἶναι· μὴ ὄντος γὰρ ἐπιστητοῦ οὐδὲ ἐπιστήμη ἐστίν, ἐπιστήμης δὲ μὴ οὔσης τὸ ἐπιστητὸν δύναται εἶναι. ὡσαύτως αἰσθητοῦ μὴ ὄντος οὐδὲ αἴσθησίς ἐστιν, αἰσθήσεως μέντοι μὴ οὔσης οὐδὲν κωλύει τὰ αἰσθητὰ εἶναι, οἷον πῦρ γῆν καὶ τὰ ὅμοια.

[254]“

‘Ως γὰρ ἐπὶ τὸ πολὺ προυπαρχόντων.

”

Τὸ ὡς ἐπὶ πολὺ αὐτὸς ἐξηγήσατο εἰπὼν ἐπ’ ὀλίγων γὰρ ἢ ἐπ’ οὐδενὸς ἴδοι τις ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινοκαὶ [255] [75.1] μένην. ταῦτα δὴ εἶπε διὰ ἰὰ ἀπό τινος τέχνης καὶ ἐπινοίας εὑρισκόμενα· οἷον ὡς εἴ τις ἐπιτηδεύσει ἄλλον χαρακτῆρα γραμμάτων παρὰ τὸν κοινόν· τότε γὰρ οὐ προυπάρχει τὸ ἐπιστητόν, ἀλλ’ ἅμα τῷ ἐκ τῆς ἐπινοίας προτότε ἔχει τὴν ἐπιστήμην.

[256][75.5] “

Ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθέν.

”

ἐκθέμενος τὸ τῷ χρόνῳ πρότερον ἐπὶ τοῦ ἐπιστητοῦ καὶ εἰρηκὼς ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν νῦν πάλιν ἐπὶ τοῦ ἐπιστητοῦ τὸ φύσει ἐκτίθεται πρότερον διὰ τοῦ συναναιρεῖν μὲν μὴ συναναιρεῖσθαι δέ.

[257][75.10] “

Οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμός.

”

Οἱ γεωμέτραι τῷ δοθέντι εὐθυγράμμῳ ἴσον τετράγωνον συστησάμενοι ἐζήτουν, εἰ δυνατὸν καὶ τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον εὑρεῖν. καὶ πολλοὶ καὶ μέγιστοι ζητήσαντες οὐχ εὗρον. μόνος δὲ ὁ θεῖος Ἀρχιμήδης τὸ σύνεγγυς παντὶ εὗρε, τὸ μέντοι ἀκριβὲς μέχρι τοῦ νῦν οὐχ εὕρηται. καὶ τοῦτο ἴσως ἀδύνατον· διὰ τοῦτο γὰρ καὶ αὐτὸς εἶπεν εἴ γε ἔστιν ἐπιστητόν. καὶ τάχα διὰ τοῦτο εὐθείᾳ τῇ περιφερείᾳ οὐκ ἀνόμοιον ἐγέννησεν, εἰ ἔστιν ἢ οὐκ ἔστιν ἐπιστητόν]. φησὶ τοίνυν ὅτι 〈εἴπερ〉 ἔστιν ἐπιστητὸν ὁ τοῦ κύκλου τετραγωνισμὸς τῆς ἐπιστήμης αὐτοῦ μήπω οὕσης, ὅθεν] καὶ ἐκ τούτου πρότερον τὰ ἐπιστητὸν τῆς ἐπιστήμης.

[258]“

Ἔτι ζῴου μὲν ἀναιρεθέντος.

”

Πρότερον ἐπὶ ἑνὸς παραδείγματος τῶν πρός τι σκάζειν δείξας τὸ [259] παρακολούθημα, νῦν καθολικῶς ἐπὶ πάντων δείκνυσι· ζῴου γὰρ ἀναιρεθέντος ἀναιροῦνται καὶ αἱ ἐπιστῆμαι (ἐν τῇ ψυχῇ γάρ εἰσιν ἐν ὑποκειμένῳ αἱ ἐπιστῆμαι), τὰ μέντοι ἐπιστητὰ οὐκέτι· καθ’ αὑτὰ γάρ εἰσιν, ἀλλ’ οὐχ ὡς ἐπιστητά, ἀλλ’ ὡς πράγματα.

[260]“

Ὁμοίως δὲ τούτοις καὶ τά.

”

Γυμνάσας τὸν λόγον ἐπὶ τῆς ἐπιστήμης νῦν ἐπὶ τὴν αἴσθησιν [261] [76.1] μεταβέβηκε καὶ δείκνυσιν ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως οἷον σῶμα θερμὸν γλυκὺ πικρόν· κἄν γὰρ μὴ ᾖ ζῷον, σῶμα δύναται εἶναι οἷον πικρὸν ἡ γλυκὺ ἢ μέλαν ἡ λευκόν, ἅπερ ἐστὶν αἰσθητά.

[262]“

Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ.

” [76.5]

Αἴσθησιν γὰρ οὐκ ἄν τις ἐπινοήσειεν ἄνευ σώματος, | τὸ δὲ σῶμα [263] αἰσθητὸν τῷ ἅμα τῇ αἰσθήσει γίνεσθαι, οὐ μέντοι τὸ ἀνάπαλιν· δυνατὸν γὰρ καὶ μὴ οὔσης αἰσθήσεως εἶναι τὸ αἰσθητὸν οἷον πῦρ γῆν ὕδωρ καὶ τὰ τοιαύτα.

[264]“

Ὥστε πρότερον ἄν τῆς αἰσθήσεως.

” [76.10]

Ἰστέον ὅτι οὐκ ἐπήγαγε τῶν προειρημένων ἀποριῶν τὴν λύσιν. πρὸς τοῦτο οὖν ῥητέον ὅτι τὰ πρός τι διχῶς νοεῖται, ἢ ὡς πράγματα αὐτὰ καθ’ αὑτὰ ἀπολελυμένα ἢ ὡς σχέσει δεσμούμενα, οἷον ὁ πατὴρ καὶ ὁ υἱός· ἐὰν γὰρ νοήσωμεν πατέρα μὲν ὡς Σωφρονίσκον τὸν δὲ υἱὸν ὡς Σωκράτην, κράτην, πρότερον δεῖ εἶναι Σωφρονίσκον τοῦ Σωκράτους· πρότερος γὰρ ὁ [76.15] πατὴρ ὡς αἴτιον αἰτιατοῦ. τοῦτο δὲ ἔσται, ἐὰν ὡς πράγματα νοήσωμεν αὐτῶν ἑκάτερον (πρότερος γὰρ ἔσται ὁ Σωφρονίσκος τοῦ Σωκράτους), ἐὰν δὲ ὡς πατέρα καὶ υἱόν, ἅμα ἔσται τῇ σχέσει δεσμούμενα. οὕτως οὖν καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν· ἐὰν μὲν τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοήσωμεν οἷον τὰ ἄστρα, πρότερον ἔσται τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοούμενον (πρότερα γὰρ τὰ ἄστρα τῆς περὶ αὐτὰ ἐπιστήμης), ἐὰν δὲ ὡς πρός τι νοήσωμεν, τὸ ἐπιστητὸν ἔσται ἅμα τῇ ἐπιστήμῃ· οὐδὲν γὰρ ἄν εἴη ἐπιστητὸν ἐπιστήμης μὴ οὔσης περὶ αὐτό· ἅμα γὰρ ἐπιστητὸν εἶναί φησι καὶ τὴν περὶ αὐτὸ ἐπιστήμην. εἰ δέ τις εἴποι τὸ ἐπιστητὸν δυνάμει εἶναι καὶ πρὸ τῆς περὶ αὐτὸ ἐπιστήμης, φημὶ ὅτι καὶ ἡ περὶ αὐτοῦ ἐπιστήμη τηνικαῦτα ἔσται δυνάμει. καὶ καθόλου ἐν τοῖς πρός τι ὡς ἄν ἔχοι τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον ἕξει. εἰ μὲν 〈γὰρ τὸ ἕτερον〉 ἐνεργείᾳ εἴη, ἐνεργείᾳ καὶ τὸ λοιπὸν ἔσται, ἐὰν δὲ τὸ ἕτερον δυνάμει, καὶ τὸ ἄλλο ἔσται δυνάμει· οἷον ὅταν τὸ ἐπιστητὸν ἐνεργείᾳ ᾖ, ἐξ ἀνάγκης καὶ ἡ περὶ αὐτὸ ἐπιστήμη ἐνεργείᾳ ἔσται, ὅταν δὲ τὸ ἐπιστητὸν δυνάμει ᾖ, καὶ ἡ ἐπιστήμη δυνάμει ἔσται. ὅταν δὲ προεπινοῶμεν τὸ [265] [77.1] ἐπιστητὸν τῆς ἐπιστήμης ἢ τὸ αἰσθητὸν τῆς αἰσθήσεως, οὐχ ὡς ἐπιστητὸν ἢ ὡς αἰσθητὸν ἀλλ’ ὡς πρᾶγμα αὐτὸ καθ’ αὑτὸ θεωροῦμεν.

[266]“

Ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία.

”

Συμπεπλήρωκε τὸν τῶν παλαιῶν ὁρισμὸν καὶ τὰ τούτου παρακολουθήματα· [77.5] μέλλων τοίνυν τὸν ἑαυτοῦ ὁρισμὸν παρεισφέρειν βούλεται πρότερόν τινα ἄτοπα ἑπόμενα τούτῳ τῷ ὁρισμῷ δεῖξαι· ἔστι δ’ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι εὑρίσκεσθαι, τοῦτ’ ἔστι τὰς οὐσίας συμβεβηκότα. διαίρεσις δὲ παραδίδοται τοιαύτη· ἡ οὐσία ἢ καθόλου ἐστὶν ἢ μερικὴ καὶ ἢ ὅλον ἢ μέρος. τέσσαρες οὗν γίνονται δηλονότι συζυγίαι, μία μὲν καθόλου μέρος οἷον κεφαλὴ χείρ, ἑτέρα δὲ ὅλον μερικὸν οἷον Σωκράτης καὶ τὰ τοιαῦτα, ἄλλη δὲ καθόλου ὅλον οἷον ἄνθρωπος, καὶ μερικὸν μέρος ὡς ἡ τὶς χεὶρ καὶ ἡ τὶς κεφαλή. τούτων αἱ μὲν τρεῖς οὐκ εἰσὶ τῶν πρός τι, ἡ δὲ μία τὸ καθόλου μέρος, | ὅ ἐστι κεφαλὴ 119v χείρ, δόξει τῶν πρός τι εἶναι· τινὸς γὰρ κεφαλὴ καὶ τινὸς χεὶρ λέγεται. τοῦτο οὖν φησιν ἀδύνατον ἢ δυσχερὲς λῦσαι κατὰ τὸν προαποδεδομένον τῶν πρός τι ὁρισμόν.

[267]“

Ὁ γάρ τις ἄνθρωπος οὐ λέγεταί τινός τις ἄνθρωπος.

”

Ὅταν γὰρ λέγηται ἄνθρωπος ἢ βοῦς τινος εἶναι, οὐ καθὸ ἄνθρωπος οὐδὲ καθὸ βοῦς, ἀλλ’ ὡς κτῆμα.

[268]“

ἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι.

”

Φησὶν ὅτι κατὰ τὸν προαποδοθέντα τῶν πρός τι ὁρισμὸν ἀδύνατον λῦσαι τὸ ἄπορον ἢ τῶν πάνυ χαλεπῶν. τοῦτο δὲ εἶπε τὸ τῶν πάνυ | χαλεπῶ διὰ τὸ δύνασθαί τινα ἀπολογίαν ἔχειν· ἔφη γὰρ ὁ ὁρισμὸς [269] ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται· ἡ οὖν κεφαλὴ οὐ καθὸ κεφαλὴ τῶν πρός τί ἐστιν, ἀλλὰ καθὸ μέρος· τὸ γὰρ μέρος τοῦ ὅλου λέγεται μέρος.

[270]“

Ἀλλ’ ἔστι τὰ πρός τι.

”

Ὃ βούλεται εἰπεῖν ὁ φιλόσοφος, τοῦτό ἐστιν ὅτι πρός τί ἐστιν ὧν τὸ εἶναι καὶ ἡ οὐσία οὐδὲν ἄλλο ἐστὶν ἢ ἡ πρὸς ἄλλο σχέσις· οὐδὲ γὰρ [271] [78.1] τὸ λέγεσθαι αὐτὰ καὶ μόνον πρὸς ἄλλο σημαίνει ὅτι τῶν πρός τί ἐστι ταῦτα, ἀλλὰ καὶ τὸ σχέσιν ἔχειν αὐτὰ πρὸς ὃ λέγεται· τὸ μὲν γὰρ ὂν πρός τι οὐ μόνον λέγεται πρὸς ἄλλο, ἀλλὰ καὶ σχέσιν ἔχει πρὸς αὐτό, τὰ δὲ μὴ ὄντα πρός τι δύναται μὲν λέγεσθαι πρὸς ἄλλο, οὐ μέντοι καὶ σχέσιν ἔχει πρὸς αὐτό. ὄντος δὲ τοῦ πρός τι τοιούτου οὐκέτι τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι γίνεται· ἡ γὰρ κεφαλὴ λέγεται μὲν πρὸς ἄλλο καὶ ἄλλο, ὥσπερ οὖν καὶ πᾶν μέρος (παν γὰρ μέρος ἄλλου ἐστὶ μέρος), οὐ μὴν χαρακτηρίζεται τὸ εἶναι αὐτὴν κεφαλὴν ἐκ τῆς σχέσεως ἧς ἔχει πρὸς ἐκεῖνο οὗ ἐστι κεφαλή. ἔστιν οὖν κεφαλῆς ὡς κεφαλῆς ἀποδοῦναι λόγον αὐτῆς καθ’ αὑτήν· οὐσία γάρ ἐστι καὶ ὑποκείμενόν τι ἡ κεφαλή. οὐδὲν δὲ τῶν πρός τι καθ’ αὑτό ἐστι πρός τι· τὸ γοῦν ὅμοιον καὶ τὸ ἴσον ὁμολογουμένως ἐστὶ πρός τι, οὐ σημαίνει δὲ πρᾶγμά τι οἰκείαν ἔπι· βολὴν ἔχον, ἀλλ’ ἔστι τούτων ἑκάστῳ τὸ εἶναι ἐν σχέσει. [τὸν ἴδιον πρός τι ὁρισμὸν ἐκτίθεται· ὁ γὰρ πρῶτος ὁρισμὸς παρακολούθημα μόνον ἐστίν· εἴ τι γάρ ἐστι πρός τι, τοῦτο καὶ λέγεται, οὐ μέντοι εἴ τι λέγεται, τοῦτο καὶ ἔστι πρός τι διὰ τὰ προειρημένα].

[272]“

Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι.

”

ἐκθέμενος τὸν ἴδιον ὅρον πόρισμά τι συνάγει ἀκόλουθον τοῖς προειρημένοις· πόρισμα δέ ἐστι τὸ ἀποδείξει ἑτέρου συναναφαινόμενον καὶ αὐτὸ μέντοι χρήσιμον· οἷον ὡς ἄν εἰ εἰπών τις καὶ προθέμενος δεῖξαι ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή, λογίσηται ὅτι εἰ μὴ ἦν αὐτὴ κατὰ τὸ ἀληθὲς ἀθάνατος, ἀλλὰ μετὰ τὴν ἀναχώρησιν τοῦ σώματος διεσκεδάννυτο, οὐδὲν διέφερον οἱ σπουδαῖοι ἄνθρωποι τῶν κακῶν, ἐπειδὴ δὲ κατὰ τὸ ἀληθὲς ἅπαντες ἴσμεν ὅτι ἔστι πρόνοια ἀπονέμουσα ἑκάστῃ ψυχῇ ἀμοιβὴν τῶν πράξεων καὶ διὰ τοῦτό τινες τῶν εὐζωίᾳ ζώντων ἐπείγονται τὰς ἀρετὰς κτᾶσθαι ὡς διὰ τοῦτο τὴν ψυχὴν οἰκειοτέραν ποιεῖν τῇ προνοία (οὐδεὶς γὰρ ἠλίθιός ἐστιν οὕτω τῇ διανοίᾳ ὡς τοῦτο ὅλον ἀγνοῆσαι), ἐὰν οὖν τὰ ἑπόμενα τῇ ψυχῇ λάβῃ καὶ δείξῃ ὅτι κρίνεται, πάντως τῇ τούτου ἀποδείξει συναναφαίνεται ὅτι ἔστι καὶ πρόνοια. φησὶ τοίνυν ὅτι ἐάν τις τῶν πρός τι τὸ ἕτερον εἰδῇ ὡρισμένως, καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται, κἀν ἀορίστως, ὁμοίως καὶ τὸ ἕτερον ἀορίστως εἴσεται, κἀν ἀπλῶς, ἀπλῶς, καὶ καθόλου ὡς ἄν τὸ ἕτερον εἰδῇ, καὶ τὸ ἕτερον εἴσεται· εἰ γὰρ μὴ οἶδεν ὅλως πρὸς ὃ τοῦτό πως ἔχει, οὐδ’ εἰ πρός τί πως ἔχει εἴσεται· | εἰ [273] γάρ τις ἐπίσταται τὸν Σωφρονίσκον ὄντα πατέρα, πάντως καὶ τὸν Σωκράκαὶ [274] [79.1] την εἴσεται· εἰ δὲ τοῦτο μὴ εἰδείη, οὐδ' εἰ πατήρ ἐστι Σωφρονίσκος εἴσεται.

[275]“

Ωσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν.

”

Εἰ γὰρ οἶδέ τις μέγεθός τι ὡς διπλάσιον, εἴσεται, φησί, καὶ τίνος διπλάσιον· εἰ γὰρ μή, οὐδὲ τὸ διπλάσιον ἐπίσταται. καὶ εἰ οἶδεν ὅτι κάλλιόν ἐστιν, ὀφείλει εἰδέναι καὶ τίνος κάλλιον· εἰ γὰρ μή, ἀλλὰ μόνον ὅτι χείρονος κάλλιον, ἀπατηθήσεται οὕτω τὴν ἀπάντων χείρονα ὕλην πολλάκις λέγων κάλλιον.

[276]“

Ὑπόληψις γὰρ τὸ τοιοῦτο γίνεται, οὐκ ἐπιστήμη.

” [79.10]

Ἡ μὲν γὰρ ὑπόληψις ἀμυδρὰ καὶ ἀβέβαιός ἐστι γνῶσις, ἡ δὲ ἐπι- στήμη γνῶσίς ἐστιν ἄπταιστος.

[277]“

ὐδέν ἐστι χεῖρον αὐτοῦ.

”

οὐδὲν γὰρ ἀπεικὸς ὃ λέγομεν κάλλιον κατὰ τύχην εἶναι πάντων χεῖρον ὡς ἐπὶ τῆς ὕλης.

[278][79.15] “

Τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα.

”

Ἐκ τούτων ἀποδείκνυσι λοιπὸν πῶς ἥ τε κεφαλὴ καὶ ὁ ποὺς καὶ ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι· ὑποκείσθω γὰρ ὁ Σωκράτης τὸ μὲν ἄλλο σῶμα ἐγκεκαλυμμένος, μόνην δὲ τὴν χεῖρα γυμνὴν ἔχων, ἐνταῦθα ὡρισμένως μὲν οἶδα ὅτι ἐστὶ χείρ, τίνος δέ ἐστιν οὐκ οἶδα. τῶν δὲ πρός τι ὁ τὸ ἕτερον ὡρισμένως εἰδὼς καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται· τὴν δὲ χεῖρα ὡρισμένως εἰδὼς τίνος ἐστὶν ὡρισμένως οὐκ οἶδα· δῆλον οὖν ὅτι ἡ χεὶρ οὐκ ἔστι τῶν πρός τι. ὁμοίως δὲ ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μερῶν.

[279]“

Ἴσως δὲ χαλεπὸν ὑπὲρ τῶν.

” [79.25]

Πάνυ ἐμφιλοσόφως φησί· βούλεται γὰρ ἡμᾶς μὴ εἰκῇ μηδὲ ὡς ἔτυχεν ἀποφαίνεσθαι καὶ μάλιστα περὶ θεωρημάτων πολλῆς ζητήσεως δεομένων, [280] [80.1] μετὰ πολλῆς δὲ βασάνου καὶ κρίσεως. ἐπειδὴ δὲ ὁδὸς εἴς εὐπορίαν μαθήσεως τὸ ἀπορεῖν, οὐκ ἄχρηστόν φησι τὸ διηπορηκέναι περὶ ἑκάστου αὐτῶν· τὸ γὰρ μὴ ἀπορεῖν δύο ταῦτα σημαίνει, τὸ πάντων ἔχειν τὰς γνώσεις ὡς ἡ πρόνοια (οὐδὲν γὰρ ἐν αὐτῇ ἄπορόν ἐστι) καὶ τὸ πανταχόθεν ἐστερῆσθαι γνώσεως· ὃ γὰρ μὴ οἶδέ τις, οὐδὲ ἀπορεῖ. ἡμεῖς δὲ μέσοι ὄντες τῶν τε ὑπὲρ ἡμᾶς καὶ τῶν μεθ’ ἡμᾶς μέσως πως γινώσκομεν ὁδῷ χρώμενοι τῇ ἀπορίᾳ· καθάπερ γὰρ τὰ πυρία πρὸς ἑαυτὰ παρατριβόμενα πῦρ ἀφιᾶσιν, οὕτω καὶ αἱ ψυχαὶ ἀποροῦσαι διὰ τῆς ζητήσεως ἀφιᾶσι τὸ τῆς ἀληθείας φῶς. ἐπειδὴ οὖν ὁ Ἀριστοτέλης ἐλάβετο ἀνωτέρω τοῦ ὁρισμοῦ τοῦ λέγοντος πρός τι εἶναι τὰ ἑτέρων λεγόμενα, ὡς κινδυνευουσῶν τινων οὐσιῶν γίνεσθαι τῶν πρός τι, νῦν φησιν ὅτι ἴσως οὐ δεῖ ἡμᾶς διισχυρίζεσθαι ὅτι οὐκ ἔστι πρός τι τὰ ἑτέρων λεγόμενα· πολλάκις γὰρ ἀπολογεῖταί τις πρὸς τὴν εἰρημένην ἐξ ἡμῶν ἀπορίαν. |