Livro 2
[89][35.10] “
Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη.
”
Πρώτην τάξιν ἔχει ἡ οὐσία ἐν ταῖς κατηγορίαις καὶ διὰ τοῦτο εἰκότως τῶν ἄλλων αὐτὴν προέταξεν· αὕτη γὰρ συνεισφέρεται μὲν ταῖς λοιπαῖς κατηγορίαις, οὐ συνεισφέρει δὲ αὐτάς, καὶ συναιρεῖ μὲν αὐτάς, [90] [35.15] οὐ συναιρεῖται δὲ ὑπ’ αὐτῶν, ὅτι αὕτη αὐθυπόστατός ἐστιν, ἐν αὐτῇ δὲ αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι ἔχουσιν· οὐσίας γὰρ οὔσης οὐκ ἀνάγκη τὰς ἄλλας εἶναι κατηγορίας, ταύτης δὲ μὴ οὔσης οὐ δυνατὸν τὰς ἄλλας ὑποστῆναι. τῆς δὲ οὐσίας ἡ μέν ἐστιν ἁπλῆ ἡ δὲ σύνθετος, καὶ τῆς ἁπλῆς ἡ μὲν κρείττων τῆς συνθέτου ἡ δὲ χείρων. ἔστι δὲ σύνθετος μὲν οὐσία ἄνθρωπος καὶ τὰ τοιαῦτα, ἁπλῆ δὲ καὶ κρείττων τῆς συνθέτου ἡ τῶν θείων οὐσία, ἁπλῆ δὲ καὶ χείρων τῆς συνθέτου ἡ ὕλη ἡ πρώτη καὶ τὸ εἶδος· ταῦτα γὰρ τῶν συνθέτων ἕνεκα παραλαμβάνονται, ἀεὶ δὲ ἰὰ δι’ ἕτερόν τι παραλαμβανόμενα χείρονά εἰσιν ἐκείνου οὗ ἕνεκα παραλαμβάνοντι· οὕτω γὰρ κἀπὶ τῶν τεχνῶν χείρονά φαμεν εἶναι τὴν χαλινοποιγτικὴν τῆς ἱππικῆς, ὅτι τῷ τῆς χαλινοποιητικῆς ἀποτελέσματι ὡς ὀργάνῳ κέχρηται ἡ ἱππική, καὶ ἔστιν ὁ μὲν χαλινὸς ἕνεκά του, ἡ δὲ ἱππικὴ οὗ ἕνεκα. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διαλέξεται δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης οὐ περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συνθέτου τοῦτο γὰρ θεολογίας) [91] [36.1] οὐδὲ περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου τοῦτο γὰρ φυσιολογίας), ἀλλὰ περὶ τῆς συνθέτου καὶ σχετικῆς, καθὸ τοιώσδε σημαίνεται. λέγει δὲ ταύτης τῆς οὐσίας τὴν μὲν εἶναι πρώτην τὴν δὲ δευτέραν, πρώτην μὲν τὴν μερικὴν καλῶν, δευτέραν δὲ τὴν καθόλου. ὅθεν ἄξιον ζητῆσαι διὰ τί οὕτω φησίν, εἴπερ τῶν μερικῶν τὰ καθόλου τιμιώτερα. φαμὲν οὖν ὅτι τὰ φύσει πρότερα ἡμῖν δεύτερά ἐστι καὶ τὰ ἡμῖν πρότερα τῇ φύσει δεύτερα, οἷον ἡ ὕλη καὶ τὸ εἶδος εἶτα τὰ κοινὰ στοιχεῖα πρότερα τῇ φύσει, ἐκ τούτων δὲ τὸ σπέρμα καὶ τὸ αἷμα καὶ εἶθ’ οὕτως ὁ ἄνθρωπος· ἡμῖν δὲ πρότερος ὁ ἄνθρωπος· γνωρίζομεν γὰρ ἡμεῖς πρότερον τὸν ἄνθρωον, εἶτα τὰ προειρημένα τὰ ἕνεκά του παραλαμβανόμενα. ἐπεὶ οὖν ὁ λόγος αὐτῷ ὡς πρὸς εἰσαγομένους, τοῖς δὲ εἰσαγομένοις σαφέστερα τὰ προσεχῆ, εἰκότως τὴν μερικὴν πρώτην εἶπεν ἐν τῷ παρόντι· ἀπὸ γὰρ τῶν μερικῶν ἀναγόμεθα ἐπὶ τὰ καθόλου. διὸ ὡς μὴ ἀρέσκοντα αὐτῷ λέγων οὐκ εἶπε ‘καὶ πρώτως καὶ μάλιστά ἐστιν᾿, ἀλλὰ λεγομένη. ἐπιστῆσαι δὲ χρὴ πῶς αὐτὰ φράζει ὁ Ἀριστοτέλης· ἐπειδὴ γάρ, ὡς εἴπομεν, ἀπαρεσκόντως λέγει τὴν μερικὴν οὐσίαν πρώτην, φησὶν ἣ μήτε καθ’ ὑπο- κειμένου τινὸς λέγεται· ἡ γὰρ ὄντως πρώτη οὐσία, τοῦτ’ ἔστιν ἡ καθόλου, καθ’ ὑποκειμένου τινός ἐστιν. ὡς ἀπαρεσκόμενος οὖν λέγεται εἶπεν. ἐπειδὴ δὲ οἶδεν ὅτι κἀν ᾖ πρώτη οὐσία κὰν ᾖ δευτέρα, οὐκ ἔστιν ἐν ὑποκειμένῳ, εἶπε τὸ ἔστιν· ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ἐνταῦθα οὖν τὸ ἔστι προσέθηκεν, ἐπεὶ καὶ αὐτῷ ἤρεσκεν.
[92]“
Ἥ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται.
”
Ζητοῦσι δέ τινες τί δή ποτε δι’ ἀποφάσεων τὸ τιμιώτερον ὡρίσατο, εἴπερ τῶν καταφάσεων εἰσιν αὗται ἀτιμότεραι. φαμὲν ὅτι οὐδὲν ἄτοπον· καὶ γὰρ ἡμεῖς τὸ θεῖον σημᾶναι βουλόμενοι οὐ καταφάσκομέν τι περὶ αὐτοῦ, ὥς φησιν ὁ Πλατῶν, ἀλλ’ εἰς ἀποφάσεις τρεπόμεθα. ἀποροῦσι [93] [94] [37.1] δέ τινες λέγοντες μήποτε καὶ τῇ ὄντως πρώτῃ καὶ θείᾳ οὐσίᾳ ἁρμόζει ὁ ἀποδεδομένος ὁρισμὸς τῆς οὐσίας καὶ τῇ μερικῇ ψυχῇ· καὶ γὰρ ὁ θεὸς οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί, καὶ μέντοι καὶ ἡ ψυχή. φαμὲν οὖν ὅτι οὐδετέρῳ ἁρμόζει ὁ ὁρισμός, ἐπὶ μὲν γὰρ τῆς θείας οὐσίας ἀνόητον ὅλως τὸ ἐπινοεῖν τοῦτον τὸν ὁρισμόν· τὸ γὰρ μὴ εἶναι καθ’ ὑποκειμένου πρὸς ἀντιδιαστολὴν τῶν ἐν ὑποκειμένῳ ὄντων εἴρηται καὶ ἁρμόζει πράγμασι σχέσιν τινὰ ἔχουσι πρὸς τὰ ἐν ὑποκειμένῳ, τὸ δὲ θεῖον ἄσχετον παντελῶς καὶ πάντων ἐξῃρημένον τῶν τε ἐν ὑποκειμένῳ καὶ τῶν μὴ ἐν ὑποκειμένῳ ὄντων, γινομένων δὲ τοῖς συμβεβηκόσιν ὑποκειμένων. ἐπὶ δὲ τῆς ψυχῆς εἰ μὲν τὴν ἐξῃρημένην λαμβάνει τις, οὐχ ἁρμόσει πάλιν ὁ ὁρισμὸς διὰ τὴν αὐτὴν αἰτίαν πάντων γὰρ ἔχουσα τοὺς λόγους καὶ τὴν γνῶσιν παρ’ ἑαυτῇ ἄσχετος καὶ αὐτὴ καὶ ἐξῃρημένη), εἰ δέ γε τὴν μερικήν, ἴσως ἐφαρμόζει ταύτῃ· πεσοῦσα γὰρ εἰς τὴν σχέσιν καὶ λήθῃ κατασχεθεῖσα εἶτα εἰς ἀνάμνησιν ἐπειγομένη τῶν προτέρων γίνεται ὑποκείμενον ποτὲ μὲν τῇ γραμματικῇ ποτὲ δὲ τῇ ἰατρικῇ καὶ ταῖς ἄλλαις τέχναις ὁμοίως. καὶ οὐδὲν θαυμαστὸν τῇ ψυχῇ ποτὲ μὲν ἐφαρμόζειν τὸν ὁρισμὸν ποτὲ δὲ οὔ· μέσην γὰρ ἔχει τάξιν πρὸς τά πάντῃ ἐξῃρημένα τῆς ὕλης καὶ τὰ πάντῃ ἔνυλα, καὶ ὅτε μὲν ἡ ψυχὴ ἐξῄρηται τῶν σωμάτων, οὐκ ἐφαρμόσει αὐτῇ ὁ ὁρισμός, ὅτε δὲ πεσοῦσα ἐν ὕλῃ ἐπιλανθάνεται, τηνικαῦτα ἐφαρμόσει, καὶ οὐδὲν ἄτοπον.
[95]“
Δεύτεραι δὲ οὐσίαι λέγονται.
”
Ἄξιον δὲ ζητῆσαι ποίῳ τρόπῳ κέχρηται διαιρέσεως ἐν τῇ οὐσίᾳ· [38.1] τῶν γὰρ διαιρουμένων τὰ μὲν ὡς γένος εἰς εἴδη διαιρεῖται, | τὰ δὲ ὡς [96] ὅλον εἰς μέρη, τὰ δὲ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα. καί φαμεν ὅτι πρῶτον μὲν οὐχ ὡς γένος εἰς εἴδη, ὅτι οὐδέποτε τῶν διαιρεθέντων εἰδῶν τὸ ἓν περιέχει τὸ ἕτερον· οἷον τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, οὐ δυνάμεθα δὲ εἰπεῖν ῾ τοῦ ζῴου τὸ μὲν ἄλογον τὸ δὲ ἵππος᾿· περιέχεται γὰρ ὑπὸ τοῦ πρώτου τὸ δεύτερον. οὕτω γοῦν καὶ ἡ πρώτη οὐσία ὑπὸ τῆς δευτέρας περιέχεται. ἀλλὰ μὴν οὐδ’ ὡς ὅλον εἰς μέρη διαιρεῖται· οὐδὲ γὰρ οἷόν τε εἰπεῖν ῾ τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ δὲ δάκτυλος᾿ (περιέχεται γὰρ ὁμοίως καὶ ἐν τῇ χειρὶ ὁ δάκτυλος), ἀλλὰ τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ δὲ πούς. ἀλλὰ μὴν οὐδ’ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα διὰ τὴν αὐτὴν αἰτίαν· οὐδὲ γὰρ ἐν τοῖς διαιρουμένοις ὡς φωνὴ ὁμώνυμος εἰς διά· φόρα σημαινόμενα εὑρίσκομεν περιεχόμενον τὸ ἕτερον ὑπὸ τοὐ ἑτέρου, οἷον ἡ κύων φωνὴ κατηγορεῖται κατὰ τοῦ ἀστρῴου καὶ κατὰ τοῦ φιλοσόφου καὶ κατὰ τοῦ χερσαίου κυνός, οὐδὲν δὲ τούτων ὑπὸ τοῦ ἑτέρου περιέχεται. ἄλλως τε ἐπὶ τῶν διαιρουμένων ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα μόνη ἡ ὁμωνυμία εὑρίσκεται, οὐ μέντοι καὶ κοινωνία ὁρισμοῦ, ἐπὶ δὲ τῆς πρώτης καὶ δευτέρας οὐσίας οὐ μόνον κοινωνία ὀνόματός ἐστιν, ἀλλὰ καὶ ὁρισμοῦ· ὁ γὰρ Σωκράτης πρώτη ὢν οὐσία καὶ τῷ τῆς δευτέρας ὀνόματι καλεῖται, τοῦτ’ ἔστι τῷ τοῦ ἀνθρώπου, καὶ τὸν ὁρισμὸν δὲ τὸν αὐτὸν ἔχει ὅ τε Σωκράτης καὶ ὁ καθόλου ἄνθρωπος· ὁμοίως γὰρ καὶ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον καλεῖται. φαμὲν οὖν ὅτι τάξιν παραδίδωσιν αὐτῆς, οὐκέτι δὲ καὶ διαίρεσιν. |
[97] [39.1]
[98]“
᾿ Εν οἷς εἴδεσιν αἱ πρώτως λεγόμεναι οὐσίαι.
”[99]
Διὰ τί μὴ εἶπε ῾ δεύτεραι οὐσίαι λέγονται τὰ γένη καὶ τὰ εἴδη᾿ καθόλου, ἀλλ’ ἐν οἷς εἴδεσι; λέγομεν ὅτι πάνυ ἀσφαλῶς· εἰ γὰρ εἶπε τὰ γένη καὶ τὰ εἴδη, ἐπειδήπερ ἐν ταῖς ἄλλαις κατηγορίαις εἰσὶ γένη καὶ εἴση οἷον ἐν τῷ ποιῷ γένος μὲν τὸ χρῶμα εἶδος δὲ τὸ λευκὸν καὶ τὸ μέλαν), εἴχομεν ὑπολαβεῖν τὰς δευτέρας οὐσίας εἶναι καὶ ἐν τοῖς συμβε- βηκόσι· διὰ τοῦτο οὐ τὰ τυχόντα εἴδη εἶπεν, ἀλλ’ ἐν οἷς εἴδεσιν εύρίσκονται αἱ πρῶται οὐσίαι.
[100]“
Ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη.
” [39.10]
᾿ Ενταῦθα συνάγει ὁ φιλόσοφος τὸ παρ’ αὐτοῦ εἰρημένον καὶ διὰ τοῦ εἰπεῖν ταῦτά τε ἐσήμανε τὴν πρώτην οὐσίαν, διὰ δὲ τοῦ εἰπεῖν καὶ τὰ τῶν εἰδῶν γένη ἐσήμανε τὴν δευτέραν οὐσίαν.
[101]“
Οἷον ὁ τὶς ἄνθρωπος. |
”
Παράδειγμα λαμβάνει τῆς πρώτης οὐσίας. ἐκ δὲ τοῦ παραδείγματος [102] [39.15] φανερὸν ὅτι ἡ πρώτη οὐσία περιέχεται ἐν τῇ δευτέρᾳ· ὁ γὰρ τὶς ἄνθρωπος ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους τούτου ἐστὶ τὸ ζῷον· ἐπειδὴ γὰρ τὸ μὲν ζῷον τὸν καθόλου ἄνθρωπον περιέχει, ὁ δὲ [40.1] καθόλου ἄνθρωπος τὸν τινὰ ἄνθρωπον, ὁ δὲ τὶς ἄνθρωπος πρώτη οὐσί, ὁ ἄνθρωπος ἄρα ὁ καθόλου καὶ τὸ ζῷον δεύτεραι οὐσίαι λέγονται.
[103]“
Δεύτεραι οὖν αὗται λέγονται οὐσίαι.
”
Καλῶς δὲ τὸ λέγονται εἴρηκεν, ἐπειδήπερ κατὰ φύσιν αὗται πρῶται οὐσίαι εἰσιν.
[104]“
᾿ Αναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόυον κατηγορεῖσθαι τοῦ ὑποκειμένου.
”
Πόρισμά συνάγει ὁ Ἀριστοτέλης ἐνταῦθα τοιοῦτο· φησὶ γὰρ ῾ ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου, μεταδίδωσι τῷ ὑποκειμένῳ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ ὁ γὰρ Σωκράτης ἄνθρωπος λέγεται καὶ ζῶον λογικὸν θνητόν), ὅσα δὲ ἐν ὑποκειμένῳ ἐστί, τοῦ μὲν ὁρισμοῦ οὐδέ- ποτε μεταδίδωσι, τοῦ δὲ ὀνόματος ἐνίοτε· ἡ γὰρ λευκότης ἐν σώματί ἐστι καὶ τοῦ μὲν ὁρισμοῦ οὐ μεταδίδωσιν οὐ γὰρ ἂν εἴποιμεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως) τοὐ δὲ ὀνόματος μεταδίδωσι· λέγομεν γὰρ λευκὸν σῶμα.᾿ ἰστέον δὲ ὅτι οὐκ ἀεί· ἰδοὺ γὰρ ἡ ἀρετὴ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδίδωσι τῷ ὑποκειμένῳ· οὐ γὰρ λέγεται ἀρεταῖος ὁ ἀρετῆς μετέχων ἀλλὰ σπουδαῖος.
[105]“
Τὰ δ’ ἄλλα πάντα.
”
Καλῶς πάλιν τὸ λέγεται εἶπεν· οὐ γὰρ δέεται τὰ καθόλου τῶν πρώτων οὐσιῶν, τοῦτ’ ἔστι τῶν μερικῶν, ἵνα συστῇ, ἀλλ’ ἵνα κατ’ ἐκείνων ῥηθῇ.
[106]“
Ἤ ἐν ὑποκειμέναις αὐταῖς ἐστι.
”[107]
Καλὸν καὶ ἐνταῦθα τὸ ἐστί· τὰ γὰρ συμβεβηκότα ἐν τῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχουσιν. ἐγκώμιον οὖν βούλεται εἰπεῖν τῆς πρώτης οὐσίας· ἐπειδὴ γὰρ εἰς τρία τὰ πράγματα διαιρεῖται, εἰς καθόλου οὐσίας εἰς μερικὰς εἰς συμβεβηκότα, δέεται, φησίν, ἑκάτερα τῶν πρώτων οὐσιῶν [108] [41.1] τὰ μὲν ἵνα ὑποστῇ ἐν ταύταις γὰρ τὰ συμβεβηκότα τὸ εἶναι ἔχει), τὰ δ’ ἵνα κατηγορηθῇ (κατὰ τίνος γὰρ τὰ καθόλου κατηγορεῖται ἢ κατὰ μερικῶν;), καὶ ἀναιρεθεισῶν τῶν πρώτων οὐσιῶν ἀναιρεῖται καὶ τὰ συμ- βεβηκότα μὴ ἔχοντα ἔν τινι ὑποστῆναι, ὡσαύτως δὲ καὶ τὰ καθόλου μὴ ἔχοντα κατά τινος ὑποκειμένου ῥηθῆναι. καθόλου δὲ λέγεται οὐ τὰ πρὸ τῶν πολλῶν, ἀλλὰ τὰ ἐν τοῖς πολλοῖς. τούτου χάριν πρόσκειται τοῦτο διὰ τὸ ἐν τῇ εἰσαγωγῇ Πορφυρίου εἰρημένον, ὅτι ἐνδέχεται τῶν εἰδῶν πάντων καθ’ ὑπόθεσιν ἀνῃρημένων τὸ γένος εἶναι· ἐκεῖ οὖν διελέγετο περὶ τῶν νοητῶν γενῶν καὶ εἰδῶν τῶν πρὸ τῶν πολλῶν, ἐνταῦθα δὲ περὶ τῶν αἰσθητῶν γενῶν καὶ εἰδῶν διαλέγεται, τοῦτ’ ἔστι περὶ τῶν ἐν τοῖς πολλοῖς.
[109]“
Ἤ ἐν ὑποκειμέναις αὐταῖς ἐστι.
”
Τοῦτ᾿ ἔστιν αἱ μὲν καθόλου οὐσίαι κατὰ τῶν μερικῶν λέγονται, τὰ δὲ συμβεβηκότα ἐν ταῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχει· μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν οὕτε αἱ καθόλου εἰσὶν οὔτε τὰ συμβεβηκότα. εἰκότως οὖν αἱ μερικαὶ οὐσίαι πρῶται εἶναι λέγονται. καὶ καλῶς ἔταξεν ἐν μὲν τοῖς καθόλου τὸ λέγεται, ἐν δὲ τοῖς συμβεβηκόσι τὸ ἔστι.
[110]“
Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον.
”
Νῦν σύγκρισιν ποιεῖται τῶν δευτέρων οὐσιῶν πρὸς ἀλλήλας, τοῦ τε εἴδους καὶ τοὐ γένους, καὶ ἀπὸ δύο ἐπιχειρημάτων δείκνυσι μᾶλλον οὐσίαν τὸ εἶδος· ἢ τὸ γένος· ἑνὸς μὲν ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὴν πρώτην οὐσίαν, τοῦτ’ ἔστι τῆς ἐγγύτητος ἐγγύτερον γὰρ τὸ εἶδος τῆς πρώτης ἤγουν μερικῆς οὐσίας ἤπερ τὸ γένος), ἑτέρου δὲ ἀπὸ τῆς ἀναλογίας· ὡς γὰρ ἔχει ἡ πρώτη οὐσία πρὸς τὸ εἶδος, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος.
[111]“
Εἄν γὰρ ἀποδιδᾷ τις τὴν πρώτην οὐσίαν τί ἐστι.
”
Κἄν γὰρ ἀποδιδῷ τις τί ἐστι Σωκράτης, οἰκείως μὲν καὶ ἄνθρωπος [112] [42.1] εἰπόντες πολλὰ εἰσφέρομεν καὶ γὰρ λογικὸν καὶ ἄλογον σημαίνει), καὶ οὐκ ἐσημάναμεν εἴτε λογικὸν εἴτε ἄλογον, ἄνθρωπος δὲ ἀποκριθέντες προσεχέστερον τὴν φύσιν τοῦ Σωκράτους ἀποδώσομεν.
[113][42.5] “
Τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινός.
”
Τοῦ γὰρ Σωκράτους ἴδιόν ἐστι μᾶλλον τὸ ἄνθρωπον εἶναι ἡ τὸ ζῷον εἶναι· τοῦτο γὰρ κοινότερόν ἐστι ⟨καὶ⟩ κατὰ πλειόνων εἰδῶν. τὴν δὲ ἀναλογίαν λαβὲ καὶ ἐπὶ τῶν δένδρων καὶ τοῦ φυτοῦ.
[114]“
Ἔτι αἱ πρῶται οὐσίαι. |
” [42.10]
Καὶ τοῦτο ἐκ τοῦ δευτέρου ἐπιχειρήματος τοῦ ἐκ τῆς ἀναλογίας ἐστί· [115] διὰ τοῦτο, φησίν, αἱ πρῶται οὐσίαι πρῶται λέγονται διὰ τὸ καὶ τοῖς συμ- βεβηκόσιν ὑποκεῖσθαι πρὸς ὕπαρξιν καὶ τοῖς καθόλου πρὸς κατηγορίαν· ὡς γὰρ ἔχουσιν αἱ πρῶται οὐσίαι πρὸς τὰ συμβεβηκότα καὶ τὰ καθόλου, οὕτως ἔχουσι τὰ εἴδη πρὸς τὰ γένη· ὑπόκειται γὰρ τὰ εἴδη τοῖς γένεσι πρὸς κατηγορίαν, οὐκέτι δὲ καὶ τὰ γένη τοῖς εἴδεσι· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται (λέγομεν γὰρ ῾ πᾶς ἄνθρωπος ζῷον᾿, καὶ ὑπόκειται μὲν ἄνθρωπος, τοῦτ’ ἔστι τὸ εἶδος, κατηγορεῖται δὲ τὸ ζῷον, ἤγουν τὸ γένος), τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει· οὐκέτι γὰρ δυνάμεθα λέγειν ῾ πᾶν ζῷον ἄνθρωπος᾿, ὡς λέγομεν ῾ πᾶς πᾶς ἄνθρωπος ζῷον᾿. ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία.
[116]“
Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη.
”
Καλῶς δὲ προσέθηκε τὸ ὅσα μή ἐστι γένη, ἵνα μὴ λάβῃς τὸ ζῷον· καὶ γὰρ τὸ ζῷον εἶδός ἐστιν, ἀλλὰ καὶ γένος. δεῖ τοίνυν οὐ ταῦτα λαμκαὶ [117] [43.1] βάνειν, τοῦτ’ ἔστι τὰ ὑπάλληλα, ἀλλ’ ὅσα μόνον εἴδη ἐστί, τοῦτ’ ἔστι τὰ εἰδικώτατα, οἷον ἄνθρωπον καὶ ἵππον.[
[118]“
Οὐδὲν γὰρ οἰκειότερον.
”
Διεξελθὼν τὴν κατὰ βάθος τῆς οὐσίας ἐξέτασιν, τοῦτ’ ἔστι τὴν ἀπὸ τῶν ἀτόμων ἐπὶ τὸ εἶδος καὶ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος, νῦν βούλεται ὥσπερ κατὰ πλάτος τὴν παραβολὴν ποιήσασθαι, ὅπερ ἐστὶν εἴδους πρὸς εἶδος καὶ ἀτόμου πρὸς ἄτομον. φησὶ τοίνυν ὅτι οὐδὲν διοίσει εἶδος εἴδους πρὸς τὸ εἶναι δευτέραν οὔτε 1 ἄτομον ἀτόμου πρὸς τὸ εἶναι πρώτην [119] οὐσίαν.
[120][43.10] “
Ἤ κατατοῦ τινὸς ἵππου τὸν ἵππον.
”
Ὅν γὰρ ἔχει λόγον ὁ ἄνθρωπος πρὸς τὸν τινὰ ἄνθρωπον, τοῦτον καὶ ὁ ἵππος πρὸς τὸν Ξάνθον· ὥσπερ γὰρ κατὰ τοὐ Σωκράτους οὐδὲν οἰκειότερον εἴποις τοῦ ἀνθρώπου, οὕτως οὐδὲ κατὰ τοῦ Ξάνθου τοῦ ἵππου.
[121][43.15] “
Εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας.
”
Νῦν τὴν αἰτίαν λέγει δι’ ἣν τὰ γένη καὶ τὰ εἴδη δευτέρας οὐσίας ἐκάλεσε, τὰ δὲ συμβεβηκότα οὐκέτι τρίτας οὐσίας εἶπε. διττὴν δὲ ἐπιχείρησιν κομίζει, τὴν μὲν πρώτην ἀπὸ τῆς ἀποδόσεως τοῦ ὁρισμοῦ· φησὶ γάρ. ἐὰν ἐρωτηθέντες ῾ τί ἐστι Σωκράτης᾿ εἴπωμεν ῾ἄνθρωπος᾿ ἢ ῾ ζῷον῾, οἰκείως καὶ γνωρίμως ἀποδώσομεν, ἐὰν δὲ ῾ λεθκὸς῾ ἢ ῾ τρέχει᾿ ἤ τι τοιοῦτον, ἀλλοτρίως καὶ ἀγνώστως. εἰκότως οὖν τὰ μὲν εἴδη καὶ τὰ γένη δευτέρας οὐσίας λέγομεν, τὰ δὲ συμβεβηκότα ὅλως οὔ φαμεν οὐσίας.
[122]“
Ἔτι αἱ πρῶται οὐσίαι.
”
Τοῦτο δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας· φησὶ γὰρ ὅτι ὥσπερ αἱ πρῶται οὐσίαι διὰ τοῦτο πρῶται λέγονται διὰ τὸ τοῖς ἄλλοις ὑποκεῖτοῦτ᾿ [123] [44.1] σθαι, οὕτω τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται διὰ τὸ καὶ αὐτὰ ἄλλοις ὑποκεῖσθαι. ὑπόκεινται δὲ τὰ εἴδη καὶ τὰ γένη τοῖς συμβεβηκόσιν· εἰκότως οὗν ταῦτα δεύτεραι οὐσίαι λέγοντι. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
[124][44.5] “
Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν.
”
Διελὼν τὴν οὐσίαν εἴς τε τὴν πρώτην καὶ τὴν δευτέραν καὶ παραβαλὼν αὐτὰς πρὸς ἀλλήλας, | νῦν εὐτάκτως ποιῶν τὸν ὁρισμὸν τῆς οὐσίας [125] ἀποδοῦναι βούλεται. ἐπειδὴ δὲ ἡ οὐσία γένος ἐστὶ γενικώτατον, τῶν δὲ γενικωτάτων ὁρισμὸν οὐ δυνάμεθα ἀποδοῦναι διὰ τὸ τοὺς ὁρισμούς, ὡς ἴσμεν, ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, τῆς οὐσίας το ἵδιον ἐπιζητεῖ· ἔοικε γάρ πως τοῦτο τῷ ὁρισμῷ· ὥσπερ γὰρ ὁ ὁρισμὸς μόνῳ καἴ παντὶ ὑπάρχει, οὗ ἐστιν ὁρισμός, καὶ πρὸς τὸ ὁριστὸν ἀντιστρέφει, οὕτω τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα. διὰ ταύτην οὖν τὴν αἰτίαν ἴδιον τῆς οὐσίας ἀποδοῦναι βούλεται· οὐ παραδίδωσι δὲ εὐθὺς τὰ ἀρέσκοντα αὐτῷ, ἀλλὰ πρῶτον τοῦτο λέγει τῆς οὐσίας ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὃ πάσῃ μὲν ἁρμόζει, οὐ μόνῃ δέ, ἀλλὰ καὶ ταῖς διαφοραῖς. δεῖ δὲ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχειν. διὰ δὲ τοῦ εἰπεῖν κοινὸν δὲ δοκεῖ ἐναντία ἑαυτῷ λέγειν· εἰ γὰρ ἴδιον βούλεται τῆς οὐσίας ἀποδοῦναι, πῶς φησι κοινόν; λέγομεν ὅτι δεῖ πάντως δύο τινὰ ὑπάρχειν τῷ ἰδίῳ, λέγω δὴ τὸ μόνῳ καὶ παντί· διὰ οὖν τοῦ εἰπεῖν κοινὸν ἐσήμανε τὸ πάσῃ. τὸ δὲ ἀποδοθὲν ἴδιον φανερὸν μέν ἐστι καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν, δῆλον δὲ ὅτι καὶ ταῖς δευτέραις ὑπάρχει ἐκ τούτου· τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος ἐν τῷ μερικῷ ἀνθρώπῳ πώς εἰσιν οὐχ ὡς ἐν ὑποκειμένῳ ἀλλ’ ὡς καθ’ ὑποκειμένου.
[126]“
Ἔτι δὲ τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μέν.
”
Καὶ διὰ τούτου βούλεται δεῖξαι ὅτι αἱ δεύτεραι οὐσίαι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ τῷ μερικῷ ἀνθρώπῳ· φησὶ γὰρ ὅτι τὰ ἐν ὑποκειμένῳ ὄντα τοῦ μὲν ὀνόματος ἔσθ’ ὅτε μεταδίδωσι τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὐδέποτε· λέγομεν γὰρ λευκὸν σῶμα, καὶ ἡ λευκότης ἐν ὑποκειμένῳ [127] [45.1] οὖσα τῷ σώματι τοῦ ὀνόματος μεταδέδωκε τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὔ· οὐ γὰρ λέγομεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως. αἱ δὲ δεύτεραι οὐσίαι καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ μεταδιδόασιν· ὁ γὰρ Σωκράτης λέγεται καὶ ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. |
[128][45.5] “
Οὐκ ἴδιον δὲ τὴς οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ [129] τῶν μὴ υποκειμενῳ
”
Τὸ ἀποδεδομένον τῆς οὐσίας ἴδιον ἐκβάλλει ὡς μὴ μόνον ταύτῃ ὑπάρχον ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ ἐκ τούτου δῆλός ἐστι χωρίζων τὰς διαφορὰς τῶν οὐσιῶν· ὥστε συμβαίνει αὐτὰς συμβεβηβότα εἶναι, ὅπερ [45.10] ἄτοπον· καὶ αὐτῷ γὰρ τῷ Ἀριστοτέλει δοκεῖ οὐσίας αὐτὰς εἶναι, ὥστε ἐκ τούτων καὶ τὰ εἴδη συμπληροῦσθαι καὶ οὐσιωδῶς αὐτῶν κατηγορεῖσθαι· εἰ γὰρ μὴ ἦσαν οὐσίαι, συνέβαινεν ἐκ συμβεβηκότων οὐσίαν γενέσθαι, ὅπερ ἄτοπον. εἴπερ οὖν αἱ διαφοραὶ οὐσίαι εἰσί τὰ γὰρ τῆς οὐσίας μέρη οὐσίαι εἰσὶ καὶ ὁ ὁρισμὸς ἐκ τῶν τῆς οὐσίας μερῶν συνίσταται), πῶς φησιν ὁ Ἀριστοτέλης οὐκ ἴδιον δὲ οὐσίας τοῦτο ἀλλὰ καὶ τῶν διαφορῶν ὡς τῶν διαφορῶν δηλονότι ἑτέρων οὐσῶν παρὰ τὴν οὐσίαν; φαμὲν οὖν ὅτι τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταὶ αἱ δὲ αἰσθηταί, καὶ τῶν αἰσθητῶν αἱ μὲν ἀίδιοι ὡς τὰ οὐράνια αἱ δὲ ἐν γενέσει καὶ φθορᾷ, καὶ τούτων αἱ μέν εἰσιν ἁπλαῖ ὡς τὸ λογικὸν τὸ θνητόν, ἅσπερ διαφορὰς οὔσας οὐσιώδεις ἡ φύσις συνεκέρασε πρὸς γένεσιν ἀνθρώπου, αἱ δὲ σύνθετοι ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα. διδάσκει οὖν ἐνταῦθα ὁ Ἀριστοτέλης περὶ μόνης τῆς συνθέτου οὐσίας τῆς ἐν γενέσει καὶ φθορᾷ, [130] [46.1] λέγω δὴ περί τε ἀτόμων καὶ εἰδῶν καὶ γενῶν. ἀμέλει τοι καὶ παραβάλλεων τὰς οὐσίας πρὸς ἀλλήλας παρέβαλλε τὰ εἴδη μόνα καὶ τὰ γένη, ἔτι δὲ καὶ τὰ ἄτομα ἐπειδὴ καὶ περὶ τούτων πρόκειται αὐτῷ διδάξαι, τῶν δὲ διαφορῶν μνήμην οὐδαμοῦ ἐποιήσατο, ἐπειδὴ ἁπλαῖ εἰσιν, τῶν δὲ συνθέτων, ὡς εἴρηται, τὸν λόγον ποιεῖται. διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπεν ὁ Ἀριστοτέλης ὅτι οὐκ ἴδιον τῆς οὐσίας ὑπάρχει τοῦτο, οὐχ ἀπλῶς δὲ πάσης εἶπεν, ἀλλὰ τῆς συνθέτου. εἰκότως δὲ τοῦτο· ὑπάρχει γὰρ οὐ μόνον τῇ συνθέτῳ, ἀλλὰ καὶ τῇ ἁπλῇ, τοῦτ’ ἔστι ταῖς διαφοραῖς, τῷ λογικῷ καὶ τῷ ἀλόγῳ. καὶ διὰ τοῦτο ἔδοξεν ἀφορίζειν τὰς διαφορὰς τῶν οὐσιῶν.
Ἄλλοι δέ φασιν ὅτι αἱ διαφοραὶ ἀπλῶς οὐκ εἰσὶν οὐσίαι, ἀλλὰ τούτων αἱ μέν εἰσι πρὸς τῇ οὐσίᾳ ὡς τὸ λογικὸν καὶ τὸ θνητόν, αἱ δὲ πρὸς τοῖς συμβεβηκόσι καὶ τούτοις μᾶλλον γειτνιάζουσι ὡς τὸ ἐν κόρακι μέλαν ἢ ἐν τῷ κύκνῳ λευκόν, αἱ δὲ ἀκριβῶς ἐν μέσῳ τῶν οὐσιῶν καὶ τῶν συμβεβηκότων ὡς ἐν τῷ πυρὶ ἡ θερμότης· αὕτη γὰρ μετέχει μὲν συμβεβηκότος καθὸ ποιότης, μετέχει δὲ καὶ οὐσίας καθὸ συμπληρωτικὴ τοῦ ὑποκειμένου. οὗτοι δὲ εὐφυῶς μὲν ἐπέβαλλον, οὐ μὴν πάντῃ ἀληθῶς· ὑπὸ ποίαν γὰρ κατηγορίαν | ταῦτα ἀνάξομεν; ἢ δεηθῶμεν ἑνδεκάτης; [131] ὅπερ ἄτοπον.
[132]“
Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν.
”
Ὅπερ ἔμελλε τῷ Ἀριστοτέλει τις ἀπορήσειν, τοῦτο φθάσας αὐτὸς ἐπελύσατο· ἠπόρησε γὰρ ἄν τις λέγων ῾ ἐπειδὴ τὰ μέρη τῶν οὐσιῶν ἔν τινι ἐν γὰρ τῷ ἀνθρώπῳ θεωροῦνται χεῖρες καὶ σκέλη), καὶ τὰ συμβεβηκότα δὲ ἔν τινι ὁμοίως, ⟨ὡς⟩ τύχοι ἐν τῷ ἀνθρώπῳ θεωρεῖται λευκότης θερμότης· τὰ μέρη ἄρα τῶν οὐσιῶν συμβεβηκότα, ὅπερ τοπον᾿. ἐπιλύων οὖν τοῦτο λέγει ὅτι ἀπεδόθη, πῶς εἰρήκαμεν τὸ συμβεβηκὸς ἔν τινι· ⟨τὸ γὰρ συμβεβηκὸς ἔν τινι⟩ οὐχ ὡς μέρος τοῦ ὑποκειμένου, αἱ δὲ διαφοραὶ χρείαν τῷ ὅλῳ παρέχουσι καὶ αὗται τὸ ὑποκείμενον συνιστᾶσιν· ὥστε εἰ καὶ κοινωνοῦσι κατὰ τὸ ἔν τινι, ἀλλ’ οὖν ἔστι τις ἐν αὐτοῖς διακαὶ [133] [47.1] φορά, καθὸ αἱ μὲν συμπληροῦσι καὶ μέρη ὑπάρχουσι, τὸ δὲ οὐδαμῶς. ἰστέον δὲ ὅτι οὐ περὶ αἰσθητῶν μερῶν τῆς οὐσίας ὁ λόγος αὐτῷ ἐστιν οἷον χειρῶν καὶ ποδῶν ἢ τοιούτων, ἀλλὰ περὶ νοητῶν τῶν καὶ ὄντως μερῶν οἷον λογικοῦ καὶ θνητοῦ· τῶν γὰρ μερῶν τὰ μέν ἐστιν αἰσθητὰ τὰ δὲ νοητά· περὶ οὖν τῶν νοητῶν μερῶν αὐτῷ ὁ λόγος· οὕτω γὰρ καὶ καιρὸν ἔχει τοῦ θεωρήματος τούτου ἡ τάξις· ἐπειδὴ γὰρ εἶπεν ῾ οὐκ ἴδιον οὐσίας ἐστὶ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἐπειδὴ καὶ αἱ διαφοραὶ μὴ ἐν ὑποκειμένῳ εἰσίν᾿, ἵνα μὴ νομίσῃ τις τοῦτο αὐτὸν εἰρηκέναι ὡς τῶν διαφορῶν μὴ οὐσῶν σῶν οὐσιῶν, αἵτινές εἰσι κυρίως οὐσίαι, διὰ τοῦτο εἶπε μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, ἐπεὶ ἀκαίρως δόξει τοῦτο τὸ θεώρημα ἐμβεβλῆσθαι, εἰ μὴ ἀποδεξόμεθα αὐτὸν λέγειν περὶ τῶν νοητῶν μερῶν τοῦ τε λογικοῦ καὶ τοῦ θνητοῦ, ἅπερ ἰδίως μέρη εἰσὶ τοῦ ἀνθρώπου· ἐκ γὰρ αὐτῶν ὁ ἄνθρωπος.
[134]“
Οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο. Τοῦτό ἐστι τὸ λεγόμενον· τὰ συμβεβηκότα εἰ καὶ ἔν τινί ἐστιν, οὐχ ὡς τὰ μέρη τῶν οὐσιῶν. ἀλλ’ εἴρηται πῶς ἔν τινί ἐστιν ἐκεῖνα, ὅτι οὐχ ὡς μέρος ἐν ὅλῳ.
”
[135]“
῾ Υπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς.
”
ἐπὶ δεύτερον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, εὐθὺς δὲ [136] κατέγνω καὶ τούτου. δῆλον δέ ἐστιν ἐκ τοῦ συνάψαι τὰς διαφοράς· δηλοῖ γὰρ καὶ ταύταις πάλιν ἐφαρμόζειν καὶ τοῦτο τὸ ἴδιον. ἄλλως τε δὲ οὐ κατὰ τοῦτο μόνον οὐκ ἐφαρμόζει τὸ ἴδιον τοῦτο ταῖς οὐσίαις, ἀλλὰ καὶ διὰ τὸ πάσῃ τῇ οὐσίᾳ μὴ ὑπάρχειν αὐτό· ἡ γὰρ πρώτη οὐσία κατ’ οὐοενος κατηγορεῖται.
[137]“
Ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται.
”
Πρῶτον διδάσκει τίνα ἐστὶ τὰ δεχόμενα τὴν κατηγορίαν, εἶτα οὕτως [138] [48.1] τὴν συνώνυμον ἐπ’ αὐτῶν ἐφαρμόζει κατηγορίαν· τὰ μὲν γὰρ ἄτομα κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, τὰ δὲ εἴδη τῶν ἀτόμων, καὶ πάλιν τὰ γένη κατ’ ἀμφοτέρων. ταῦτα δὲ καὶ συνωνύμως καθ’ ὧν κατηγορεῖται λέγεται· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται· λέγεται γὰρ ὁ Σωκράτης οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον λογικὸν θνητόν, λέγεται καὶ ὁ ἄνθρωπος οὐσία ἔμψυχος αἰσθητική. καὶ τοῦτο εἰκότως· επετον γαρ το γενος του ειοους κατηγορεῖται καὶ του ἀτόμου, τὸ δὲ εἶδος τοῦ ἀτόμου, ὅσα δέ κατὰ τοῦ κατηγορουμένου λέγε· τᾶι, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, εἰκότως τὸ μὲν γένος κατὰ τῶν ἀτόμων καὶ κατὰ τῶν εἰδῶν συνωνύμως κατηγορεῖται, τὸ δὲ εἶδος τῶν ἀτόμων.
[139]“
Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν.
”[140]
᾿Απωσάμενος τὰ πρότερα δύο παρακολουθήματα τῆς οὐσίας τό τε μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ συνωνύμως πάντα ἀπ’ αὐτῶν λέγεσθαι, ἐπὶ τρίτον μεταβέβηκε τὸ τόδε τι σημαίνειν. καὶ ἔστι μὲν οὖν τὸ τόδε τῆς δείξεως σημαντικόν, τὸ δὲ τὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, ὅτι ὑπομένει καὶ οὐ δέεταί τινος οὐδὲ ἔστιν ἐν ὑποκειμένῳ, ἀλλ’ αὐτὴ ὑποκείμενον πᾶσίν ἐστι καὶ τῆς ἑνότητος αἰτία, τοῦτ’ ἔστι τοῦ ἓν σημαίνειν, [141] [49.1] ὡς τόδε τὸ ξύλον ὅδε ὁ ἄνθρωπος· τὸ γὰρ τόδε τι λέγεται ἐπὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, τοῦτ’ ἔστι τῆς ἀτόμου τῆς φαινομένης· αὕτη γάρ ἐστιν ἡ καὶ τὴν δεῖξιν καταδεχομένη. καταγινώσκει δὲ καὶ τούτου τοῦ ἰδίου ὡς μόνῃ μὲν τῇ οὐσίᾳ παρακολουθοῦντος, οὐ πάσῃ δέ· τὰ γὰρ εἴδη, φησί, καὶ τὰ γένη ὡς ὁ ἄνθρωπος καὶ τὸ ζῷον δοκεῖ μὲν τόδε τι σημαίνειν διὰ τὸ τὸν ἑνικὸν χαρακτῆρα ἐμφαίνειν, σημαίνει δὲ μᾶλλον πλῆθος καὶ ποιότητά τινα· τὴν γὰρ κοινωνίαν καὶ συναγωγὴν τῶν κατὰ μέρος ἐμφαίνει. διό φησιν ‘οὐκ ἔστι ποιὸν ὡς τὸ συμβεβηκός, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει᾿, τοῦτ’ ἔστι τὴν συναγωγὴν καὶ συνάθροισιν τῶν κατὰ μέρος ἀνθρώπων· τὸ μὲν γὰρ ποιὸν ὡς συμ|βεβηκὸς ἐπεισέρχεται τῇ [142] οὐσίᾳ ὑστερογενὲς ὂν καὶ δεόμενον αὐτῆς πρὸς σύστασιν, τοῦτο δὲ οὐδαμῶς.
[143]“
῾Υπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον.
”
ἐπὶ τέταρτον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, καταγινώσκει δὲ καὶ τούτου ὡς καὶ ἄλλοι τισὶ προσόντος· τῷ γὰρ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει, ὁμοίως οὐδὲ τῷ ἀριθμῷ οὐδέν ἐστιν ἐναντίον· τί γὰρ ἄν εἴη τῷ δέκα ἐναντίον; ἐὰν γὰρ εἴπῃς τὰ τρία τῷ δέκα ἐναντία, τότε τὸ μέγα καὶ τὸ μικρὸν λαμβάνεις, καὶ ταῦτα οὐκ ἔστιν ἐναντία ἀλλὰ πρός τι, οἷς οὐδέν ἐστιν ἐναντίον.
[144]“
Οὐδέ γε τ ῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ.
”
οὐ γὰρ ὥσπερ τῷ θερμῷ τὸ ψυχρόν ἐστιν ἐναντίον τῷ δὲ λευκῷ τὸ μέλαν, οὕτω καὶ τῷ Σωκράτει ἐστί τι ἐναντίον ἢ τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ.
[145] [50.1]
[146]“
Ei μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη.
”
Κατ’ ἀλήθειαν οὐδὲ ταῦτά ἐστι κυρίως ἐναντία, ὡς καὶ αὐτὸς ἀποδείξει ὀλίγον ὕστερον. κατὰ δὲ συγχώρησίν φησιν ὅτι εἰ καὶ ἐναντία ἐστὶ ταῦτα, οὐδὲν ἄτοπον ἀκολουθήσει τὸ προκείμενον πρᾶγμα· ἱκανὸν γὰρ ἓν καὶ μόνον ἀνατρέψαι τὸ καθόλου. εἰ οὖν τῷ διπήχει οὐδέν ἐστιν ἐναντίον, δῆλον ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μηδὲν ἔχειν ἐνάντιον. |
[147]“
Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι.
”[148]
Τοῦτο πέμπτον παρακολούθημα. εἰκότως δὲ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἡ οὐσία, ἐπειδὴ οὐδὲ ἐναντιότητα ἔχει· ἐν οἷς γὰρ ἡ ἐναντιότης, ἐν τούτοις τὸ μᾶλλον καὶ ἧττον, καὶ ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐν τούτοις καὶ ἐναντιότης· ὑφέσει γὰρ του ἐναντίου τικτεται τὸ μαχόμενον. οὐκ ἐπήγαγε δὲ πρὸς τῷ τέλει αὐτοῦ ὅτι ῾ οὐκ ἴδιον δὲ οὐσίας τοῦτο· καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον᾿· ἐπειδὴ γὰρ συνηγμένα εἰσὶ τὰ παρακολουθήματα, σοὶ κατέλιπεν ἐννοῆσαι καὶ προσυπακοῦσαι τοῦτο ὃ ἐπάνω ἦν εἰρηκώς.
[149]“
Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας.
”
ἐπειδὴ γὰρ ἀνωτέρω εἶπε μᾶλλον οὐσίαν τοῦ εἴδους τὴν ἄτομον οὐσίαν ἢ τὸ εἶδος τοῦ γένους, νῦν φησιν ὅτι οὐ τοῦτο λέγω ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον οὐσία, ἀλλ’ ὅτι ἡ αὐτὴ οὐσία οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον ὁ Σωκράτης οὐ λέγεται ποτὲ μὲν μᾶλλον Σωκράτης ποτὲ δὲ ἧττον, οὔτε ἄνθρωπος λέγεται μᾶλλον καὶ ἧττον ἄνθρωπος.
[150]“
Οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον.
”
οὐ γὰρ Σωκράτης ποτὲ μὲν γίνεται μᾶλλον ἄνθρωπος ποτὲ δὲ ἧττον οὔτε πάλιν ὁ Σωκράτης Πλάτωνος μᾶλλον ἄνθρωπος καθὸ ζῷον λογικὸν θνητόν, ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλον λευκὸν καὶ ἐπὶ τῶν ἄλλων [151] [51.1] ὁμοίως. λέγεται δὲ καὶ ἑαυτοῦ μᾶλλον λευκὸν γενέσθαι· τὸ γὰρ νῦν λευκὸν δύναται ὕστερον λευκότερον ἑαυτοῦ γενέσθαι ἐπιτεταμένης τῆς λευκότητος. |
[152]“
Μάλιστα δὲ ἴδιον τῆς οὐσίας. |
”
[153] [51.5] ῦτο ἕκτον παρακολούθημα ἴδιον ἀπέδωκε τῆς οὐσίας καὶ ἓν μὲν [154] ἀριθμῷ φησιν, ἵνα φυλαχθῇ τὸ ὑποκείμενον ἕν, ταὐτὸν δὲ ἵνα μὴ μεταβάλῃ ταβάλῃ καθ’ ὑπόστασιν (τὸ γὰρ χρῶμα ἀπὸ λευκοῦ μέλαν γίνεται μεταβάλλει κατὰ ὑπόστασιν, ὁ δὲ Σωκράτης 〈μένων εἷς καὶ ὁ αὐτὸς ποιὲ μὲν θερμὸς γίνεται ποιὲ δὲ ψυχρός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως〉), δεκτικὸν τῶν ἐναντίων, τοῦτ’ ἔστιν ἐπιτηδειότητα ἔχον τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία· ⟨οὐ γὰρ εἶπε δέχεσθαι τὰ ἐναντία⟩, ἐπεὶ ἐν ταὐτῷ καὶ κατὰ ταὐτὸ ἔσται τὰ μαχόμενα, ἀλλὰ τῷ δεκτικὸν εἶναι τὴν δύναμιν μόνον ἐσήμανε. πῶς δὲ ἴδιον τῆς οὐσίας δόξει εἶναι τοῦτο; οὐκέτι γὰρ καὶ ταῖς δευτέραις οὐσίαις ἁρμόζει. ἐροῦμεν ὅτι εἰ καὶ μὴ πάσῃ, ἀλλ’ [51.15] οὖν μόνῃ παρακολουθεῖ. μᾶλλον δὲ ἰδιάζει τὰ μόνῳ ὑπάρχοντα, εἰ καὶ μὴ παντί, ἢ τὰ παντὶ μὲν μὴ μόνῳ δέ. καὶ τοῦτο εἰκότως· πῶς γὰρ εἴη ἴδιον τοῦδέ τινος, ὃ καὶ ἑτέροις ὑπάρχει; τῶν δὲ ἀποδεδομένων τῆς [155] [156] [52.1] οὐσίας ἓξ ἰδίων τὸ μὲν πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον πάσῃ ὑπάρχει, οὐ μόνῃ δέ, τὸ δὲ δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ὕστερον μόνῃ μέν, οὐ πάσῃ δέ. διὸ τὰ μὲν τρία τὰ πάσῃ ὑπάρχοντα, οὐ μόνῃ δέ, ἀποφατικῶς ὡρίσατο ὡς πόρρω τῆς τῶν ἰδίων ὄντα φύσεως, τὸ δέ γε δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ἕκτον καταφατικῶς ὡς μᾶλλον ἴδια τῶν ἄλλων διὰ τὸ ὡς ἔφαμεν μόνῳ δεῖν ὑπάρχειν τὸ ἴδιον ἐκείνῳ οὗ ἐστιν ἴδιον. προτετίμηται δὲ τὸ τελευταῖον τοῦ δευτέρου καὶ τοῦ τρίτου καίτοι δοκοῦν ταὐτὸν ἐκείνοις σημαίνειν τὰ τρία γὰρ μόνῃ καὶ οὐ πάσῃ ὑπῆρχεν), διότι τὸ μὲν τόδε τι σημαίνειν καὶ τὸ πάντα συνωνύμως ἀπ’ αὐτῆς λέγεσθαι κατὰ τὴν φωνὴν εἴληπται, τὸ ὕστερον δὲ ἐξ αὐτῆς τῆς ὑπάρξεως. εἴη δ’ ἄν τὸ ὕστερον καὶ μόνῃ καὶ πάσῃ, εἰ ὀλίγον τι προσθῶμεν εἰπόντες τες οὕτω μετὰ τὸ ἀποδιδόμενον ἴδιον ῾ ἢ τὸ περιέχον τὸ ἓν καὶ ταὐτὸν ὂν καὶ τῶν ἐναντίων δεκτικόν᾿· καὶ γὰρ οὕτως εἰρηκότες συμπεριλαμβάνομεν τὰ εἴδη καὶ τὰ γένη.
[157]“
᾿ Επὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται.
”
Οπερ τις ἔμελλεν ἀπορεῖν, αὐτὸς προλαβὼν ἐπιλύεται· φησὶ γὰρ τὸν προφορικὸν λόγον καὶ τὴν δόκησιν εἶναι τῶν ἐναντίων δεκτικά· ὁ γὰρ λόγος γος ὁ λέγων ῾ Σωκράτης κάθηται᾿, εἰ μὲν τύχοι καθεζόμενος ὁ Σωκράτης, ἀληθεύει, εἰ δὲ τύχοι περιπατῶν, ψεύδεται. ὁμοίως καὶ περὶ τῆς δόξης· ὁ γὰρ δοξάζων περὶ Πλάτωνος ὅτι κάθηται, εἰ μὲν τύχοι καθεζόμενος, ὀρθῶς δοξάζει, εἰ δὲ μή, ψευδῶς. ὥστε ὁ αὐτὸς λόγος καὶ ἡ αὐτὴ δόξα δεκτική ἐστιν ἀληθείας καὶ ψεύδους. ἐπιλύεται δὲ τοῦτο διχῶς κατά τε [53.1] τὴν λεγομένην ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἔνστασις μέν ἐστι τὸ ὅλως τὴν ἀπορίαν μὴ δέξασθαι, ἀλλ’ ἀνατρέψαι αὐτὴν οὕτως ἔχουσαν, ὡς ἠπορήθη, ἀντιπαράστασις δέ ἐστι τὸ καταδέξασθαι μὲν τὴν ἀπορίαν καὶ ἐνδοῦναι ταῖς προτάσεσι, δεῖξαι δὲ ὅτι καὶ οὕτως ἔχουσαι οὐδὲν λυμαίνονται [53.5] τὸ λεγόμενον· προέταξε δὲ ἐνταῦθα τὴν ἀντιπαράστασιν τῆς ἐνστά- σεως ὡς πρὸς εἰσαγομένους σαφηνείας χάριν.
[158]“
῾Ο δὲ λόηος καὶ ἡ δόξα.
”
᾿Ιστέον ὅτι τὰ ἐπὶ τῶν οὐσιῶν ἐναντία αὐτὰ εἰς ἄλληλα μεταβάλλει τὸ γὰρ θερμὸν ψυχρὸν γίνεται καὶ τοὐναντίον τὸ ψυχρὸν θερμόν, ὁμοίως δὲ [53.10] καὶ τὸ μέλαν λευκὸν καὶ τὸ λευκὸν μέλαν), ἐπὶ δὲ τοῦ λόγου καὶ τῆς δόξης οὐχ οὕτως· οὐ γὰρ τὸ ψεῦδος εἰς ἀλήθειαν μεταβάλλει οὔτε ἡ ἀλήθεια εἰς ψεῦδος, ἀλλὰ τοῦ πράγματος κινουμένου καὶ μεταβάλλοντος τὸ ψεῦδος καὶ ἡ ἀλήθεια γίνεται· οὐ γὰρ ἐκ τοῦ λόγου ἢ τῆς δόξης ἀλήθεια ἢ ψεῦδος γίνεται.
[159][53.15] “
Ὥστε τῷ γε τρόπῳ ἴδιον ἂν εἴη τῆς οὐσίας.
”
Τοῦτ᾿ ἔστιν ἄλλῳ τρόπῳ ἡ οὐσία τῶν ἐναντίων ἐστὶ ἐπιδεκτικὴ | ἢ ἡ δόξα καὶ ὁ λόγος.
[160]
[161]“
Εἰ καί τις ταῦτα παραδέχοιτο τὸν λόγον καὶ τὴν δόξαν δεκτικὰ τῶν ἐναντίων εἶναι.
” [53.20]
Τῇ ἀντιπαραστάσει κατὰ συγχώρησιν· κατὰ ἀλήθειαν γὰρ οὐκ ἔστι τῶν ἐναντίων δεκτικά· ὅ τε γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δεδέχθαι τι τῶν ἐναντίων λέγεται εἶναι δεκτικά· πῶς γὰρ ὅλως δέξονται τὰ ἐναντία ὑπόστασιν ὅλως τινὰ μὴ ἔχοντα, ὅπερ δεῖ ἔχειν τὸ μέλλον ἐπιδέχεσθαι τὰ ἐναντία; ὁ δὲ λόγος καὶ ἡ δόξα ἅμα τῷ προφέρεσθαι καὶ ἔφθαρται.
[53.25] Περὶ μὲν οὐσίας τοσαῦτα εἰρήσθω νυνί, ἑξῆς δὲ περὶ ποσοῦ ῥητέον.
[162] [54.1]