Pular para o conteúdo

Περὶ πυρετῶν

Alexandre de Afrodísias · Capítulo 3

Capítulo 3

[3.1] Ἀλλ᾽ ἀπορῆσαι ἄξιον, διὰ τί καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ; δοκεῖ γάρ πως διαφορὰν αὐτὸ εἶναι, ᾗ διαφέρει θερμοῦ τοῦ κατὰ φύσιν ὁ πυρετός, μόνη δ’ ἡ θερμασία γένος· ὁ μὲν οὖν περὶ τοῦ τῶν ὁμωνύμων λόγος, ἐκεῖνα χρὴ διορίσασθαι πρῶτον, περὶ οὗ αὐτῷ πρόκειται λέγειν, ἵνα σαφὴς γένηται, ὡς περὶ κυνὸς τῷ ἀστρῴῳ καὶ τῷ χερσαίῳ διοριζόμεθα λέγοντες.

[3.2] Ἐπειδὴ οὖν καὶ ἡ θερμασία τῶν πολλαχῶς ἐστι λεγομένων, ἡ μὲν γάρ ἐστι λέγεται, ἡ δὲ συστατικὴ τοῦ ζῴου, ἥτις καὶ κατὰ φύσιν φθαρτική, ἥπερ καὶ παρὰ φύσιν λέγεται, καὶ ἀμφστέρων τὸ εἶναι ἐν τῷ παρὰ φύσιν ἢ τῷ κατὰ φύσιν ἐστίν· ἀνάγκη τὸν περὶ ταύτης λόγον διασημᾶναι πρῶτον περὶ ποίας οἱ ὁ σκοπός.

[3.3] Σημαίνεται δὲ τὰ ὁμώνυμα τῷ λόγῳ τῆς οὐσίας αὐτῶν, ὁ δὲ λόγος τῆς οὐσίας γενικὸς ἑκάστου, γένος αὐτοῦ ἐστιν· εἰκότως ἄρα καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ, ὡς λόγος ὑπάρχων γενικὸς τῆς οὐσίας αὐτοῦ, ᾧ σημαίνεται, καὶ τὸ εἶναι ἔχει, καὶ οὐχ ἡ θερμασία