Capítulo 2
[2.1] Πυρετὸν τοίνυν, ἵν᾽ ἐντεῦθεν τοῦ λόγου ἄρξωμαι, ἄλλοι μὲν ἄλλως ὡρίσαντο, Ἐμπεδοκλῆς δὲ καὶ Ζήνων καὶ τῶν Ἱπποκρατείων οἱ πλείους θερμασίαν παρὰ φύσιν, ἀπὸ καρδίας μὲν ἀρχομένην, προϊοῦσαν δὲ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ἅπαν τὸ σῶμα, καὶ τὰς φυσικὰς αἰσθγτῶς βλάπτουσαν ἐνεργείας, ἔφασαν εἶναι· καὶ εἰκότως.
[2.2] Δεῖ γὰρ παρὰ φύσιν εἶναι τὴν ταῖς φυσικαῖς ἐνεργείαις ἀντιπράττουσαν θέρμην, καὶ ἀπὸ καρδίας ἄρχεσθαι, ὅθεν δήπου τὸ φυσικὸν ἀναβλύζει θερμόν, καὶ δι᾽ αὐτῶν ἐκείνων ἐφ’ ἅπαν προϊέναι τὸ σῶμα, δι᾽ ὧν ἐκεῖνο πρόεισι, τὰς φυσικὰς ἐνεργείας ἀποτελοῦν· εἰ γὰρ μὴ δι᾽ ἐκείνων, αἷς τὸ φυσικὸν προϊὸν ἐνεργεῖ, πόθεν ἂν ἕξῃ τὰς διόδους ὥστ᾽ ἐφ᾽ ἅπαν ἐξαπλωθῆναι τὸ σῶμα; καλῶς οὖν ἀπεφήναντο οἱ οὕτω τὸν πυρετὸν ὁρισάμενοι. Ἵνα δ᾽ ὁ λόγος ἡμῖν καὶ σαφέστερος ᾖ, δίκαιον ἂν εἴη καὶ τὸν ὅρον αὐτόν, ὡς ἔχοι, κατὰ μέρος ἐπιστῆσαι, καὶ εἴ τι ἐπιλύσασθαί οἱ ἀπορίας ἐχόμενον ἔνεστι.
[2.3] Παρὰ φύσιν μὲν οὖν θερμασία γένος ἐστὶ τοῦ πυρετοῦ, δι᾽ ἣν ὁ πυρετὸς νόσος, οὐκ ἐν διαπλάσει, ἀλλ᾽ ἐν κράσει δυσκρασία θερμή τις οὖσα, μεθ᾽ ἧς ξυνέρχεται καὶ ξηρά. ἡ γὰρ οὐσία τῶν πυρετῶν ἐν τῷ γένει τῆς παρὰ φύσιν θερμότητος, τὰ δ᾽ ἄλλα πάντα διαφοραί, αἷς συνίσταταί τε καὶ τῶν ἄλλων θερμασιῶν διενήνοχεν· οὐ γὰρ εἴ τι παρὰ φύσιν θερμασία, τοῦτ᾽ ἐστι πυρετός πυρετός γε μὴν ἅπας παρὰ φύσιν γε θερμασία.
[2.4] Αὐτίκα ἡ ἐν πνεύμασιν ἐξ ἡλιοκαΐας ἢ πυρὸς ἢ ἄλλου τούτων προκαταρκτικῶν αἰτίων γινομένη παρὰ φύσιν θεμότης, οὔπω δ᾽ εἰς τὴν καρδίαν ἰοῦσα, ἤτοι τὸ σῶμα αὐτῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίαις αὐτοὺς χυμούς, ἢ τὴν ἀερώδη οὐσίαν κατειληφυῖά τε καὶ ἀνάψασα, πυρετὸς οὔτ᾽ ἐστιν, οὔτε λέγεται· πολλοῦ γε καὶ δεῖ.
[2.5] Δεῖ γὰρ ἐκ καρδίας ἄρχεσθαι, καὶ διὰ πνευμάτων καὶ αἵματος ἀπὸ ταύτης ἐφ᾽ ἅπαν ἰέναι τὸ σῶμα τὸν πυρετόν· ὅπερ οὐκ ἐνῆν τῇ προρρηθείσῃ θερμότητι· ταῦτά τοι πρόσκειται ἐν τῷ ὅρῳ τό, ἀπὸ καρδίας μὲν ἀρχομένη.
[2.6] Κἂν γὰρ ὁ πυρετὸς τοῦ ὅλου σώματος ᾖ νόσος, ἀλλ᾽ οὖν προηγουμένως μέν ἐστι τῆς καρδίας, ἑπομένως δέ γε τοῦ ὅλου σώματος; πῶς γὰρ ἂν ἡ παρὰ φύσιν θερμότης εἰς ὅλον ἰέναι τὸ σῶμα δυνήσαιτο, μὴ πρότερον τὴν καρδίαν ἀνάψασα; ἢ τί τῶν ἄλλων μορίων θερμαινόμενον παρὰ φύσιν οἷόν τέ ἐστι τὸ ὅλον σῶμα θερμᾶναι, καὶ τὴν ἣν ἔχει διάθεσιν τῷ παντὶ μεταδοῦναι, καθάπερ ἡ καρδία μόνη τῶν ἄλλων δύναται, μὴ διὰ μέσης τῆς καρδίας τοῦτο ποιῆσαν, πρῶτον μὲν ἐκείνην, ἔπειθ᾽ ὅλον τὸ σῶμα διὰ ταύτης ἀνάψαν; οὗ πάντως αἴτιον τὸ μᾶλλον τῶν ἄλλων ἐκείνην χορηγεῖν τε καὶ διοικεῖν ὅλον τὸ σῶμα ταῖς ἰδίαις ἐπιρροαῖς· ὥστε δῆλον ἐντεῦθεν, ὡς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα πρώτως θερμότης ἀληθὴς ἀρχὴ πυρετοῦ.
[2.7] Ἀρχὴν δὲ λέγω τὴν οἷα μεγέθους, οὐδὲ ταύτης τὴν ἀμερῆ, ἀλλὰ τὴν δυναμένην τῷ ὅλῳ μεγέθει συνδιαιρεῖσθαι· ἀληθὴς γὰρ τῷ ὄντι πυρετὸς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα θερμότης, κἂν μήπω τῷ ὅλῳ μεταδοθῇ, τῷ ποσῷ μόνον τῆς ἐν τῷ παντὶ διαφέρουσα, ἐπεὶ καὶ τὸ ὅλον ἡ καρδία μόνη δυνατεῖ, οὐκ ἄλλο τῶν μορίων