Pular para o conteúdo

Χαρακτῆρες

Theophrastus · Capítulo 4

Capítulo 4

[4.1] ἡ δὲ ἀγροικία δόξειεν ἂν εἶναι ἀμαθία ἀσχήμων, ὁ δὲ ἄγροικος τοιοῦτός τις, οἷος κυκεῶνα πιὼν εἰς ἐκκλησίαν πορεύεσθαι, καὶ τὸ μύρον φάσκειν οὐδὲν τοῦ θύμου ἥδιον ὄζειν, καὶ μείζω τοῦ ποδὸς τὰ ὑποδήματα φορεῖν, καὶ μεγάλῃ τῇ φωνῇ λαλεῖν.

[4.2] καὶ τοῖς μὲν φίλοις καὶ οἰκείοις ἀπιστεῖν, πρὸς δὲ τοὺς αὑτοῦ οἰκέτας ἀνακοινοῦσθαι περὶ τῶν μεγίστων·

[4.3] καὶ τοῖς παρʼ αὐτῷ ἐργαζομένοις μισθωτοῖς ἐν ἀγρῷ πάντα τὰ ἀπὸ τῆς ἐκκλησίας διηγεῖσθαι.

[4.4] καὶ ἀναβεβλημένος ἄνω τοῦ γόνατος καθιζάνειν, ὥστε τὰ γυμνὰ αὐτοῦ φαίνεσθαι.

[4.5] καὶ ἐπʼ ἄλλῳ μὲν μηδενὶ ⟨μήτε θαυμάζειν⟩ μήτε ἐκπλήττεσθαι ἐν ταῖς ὁδοῖς, ὅταν δὲ ἴδῃ βοῦν ἢ ὄνον ἢ τράγον, ἑστηκὼς θεωρεῖν.

[4.6] καὶ προαιρῶν δέ τι ἐκ τοῦ ταμιείου δεινὸς φαγεῖν· καὶ ζωρότερον πιεῖν.

[4.7] καὶ τὴν σιτοποιὸν πειρῶν λαθεῖν, κᾆτʼ ἀλέσαι μετʼ αὐτῆς τοῖς ἔνδον πᾶσι καὶ αὑτῷ τὰ ἐπιτήδεια.

[4.8] καὶ ἀριστῶν δὲ ἅμα τοῖς ὑποζυγίοις ἐμβαλεῖν.

[4.9] ⟨καὶ παρὰ⟩ τὴν θύραν ὑπακοῦσαι αὐτός.

[4.10] καὶ τὸν κύνα προσκαλεσάμενος καὶ ἐπιλαβόμενος τοῦ ῥύγχους εἰπεῖν· “οὗτος φυλάττει τὸ χωρίον καὶ τὴν οἰκίαν.”

[4.11] καὶ τὸ ἀργύριον δὲ παρά του λαβὼν ἀποδοκιμάζειν, λίαν μὲν λυπρὸν εἶναι, καὶ ἕτερον ἀνταλλάττεσθαι· καὶ εἴ τῳ ἄροτρον ἔχρησεν ἢ κόφινον ἢ δρέπανον ἢ θύλακον, ταῦτα τῆς νυκτὸς κατὰ ἀγρυπνίαν ἀναμιμνῃσκόμενος.

[4.12] καὶ εἰς ἄστυ καταβαίνων ἐρωτῆσαι τὸν ἀπαντῶντα, πόσου ἦσαν αἱ διφθέραι καὶ τὸ τάριχος καὶ εἰ τήμερον ὁ ἀγὼν νουμηνίαν ἄγει, καὶ εἰπεῖν εὐθὺς ὅτι βούλεται καταβὰς ἀποκείρασθαι.

[4.13] καὶ ἐν βαλανείῳ δὲ ᾆσαι· καὶ εἰς τὰ ὑποδήματα δὲ ἥλους ἐγκροῦσαι.

[4.14] καὶ τῆς αὐτῆς ὁδοῦ παριὼν κομίσασθαι παρʼ Ἀρχίου τοὺς ταρίχους.