Pular para o conteúdo

Χαρακτῆρες

Theophrastus · Capítulo 27

Capítulo 27

[27.1] ἡ δὲ ὀψιμαθία φιλοπονία δόξειεν ἂν εἶναι ὑπὲρ τὴν ἡλικίαν, ὁ δὲ ὀψιμαθὴς τοιοῦτός τις,

[27.2] οἷος ῥήσεις μανθάνειν ἑξηκονταέτης γεγονὼς καὶ ταύτας λέγων παρὰ πότον ἐπιλανθάνεσθαι.

[27.3] καὶ παρὰ τοῦ υἱοῦ μανθάνειν τὸ “ἐπὶ δόρυ” καὶ “ἐʼπὶ ἀσπίδα” καὶ “ἐπʼ οὐράν”.

[27.4] καὶ εἰς ἡρῷα συμβάλλεσθαι τοῖς μειρακίοις λαμπάδα τρέχειν.

[27.5] ἀμέλει δὲ κἄν που κληθῇ εἰς Ἡράκλειον, ῥίψας τὸ ἱμάτιον τὸν βοῦν αἴρεσθαι, ἵνα τραχηλίσῃ·

[27.6] καὶ προσανατρίβεσθαι εἰσιὼν εἰς τὰς παλαίστρας.

[27.7] καὶ ἐν τοῖς θαύμασι τρία ἢ τέτταρα πληρώματα ὑπομένειν τὰ ᾄσματα ἐκμανθάνων.

[27.8] καὶ τελούμενος τῷ Σαβαζίῳ σπεῦσαι, ὅπως καλλιστεύσῃ παρὰ τῷ ἱερεῖ.

[27.9] καὶ ἐρῶν ἑταίρας καὶ κριοὺς προσβάλλων ταῖς θύραις πληγὰς εἰληφὼς ὑπʼ ἀντεραστοῦ δικάζεσθαι.

[27.10] καὶ εἰς ἀγρὸν ἐφʼ ἵππου ἀλλοτρίου κατοχούμενος ἅμα μελετᾶν ἱππάζεσθαι καὶ πεσὼν τὴν κεφαλὴν κατεαγέναι.

[27.11] καὶ ἐν δεκαδισταῖς συνάγειν τοὺς μεθʼ αὑτοῦ συναύξοντας.

[27.12] καὶ μακρὸν ἀνδριάντα παίζειν πρὸς τὸν ἑαυτοῦ ἀκόλουθον.

[27.13] καὶ διατοξεύεσθαι καὶ διακοντίζεσθαι τῷ τῶν παιδίων παιδαγωγῷ καὶ ἅμα μανθάνειν παρʼ αὑτοῦ ⟨παραινεῖν⟩, ὡς ἂν καὶ ἐκείνου μὴ ἐπισταμένου.

[27.14] καὶ παλαίων δʼ ἐν τῷ βαλανείῳ πυκνὰ ἕδραν στρέφειν, ὅπως πεπαιδεῦσθαι δοκῇ.

[27.15] καὶ ὅταν ὦσι ⟨χοροὶ⟩ γυναικ⟨ῶν⟩, μελετᾶν ὀρχεῖσθαι αὐτὸς αὑτῷ τερετίζων.