Pular para o conteúdo

Χαρακτῆρες

Theophrastus · Capítulo 24

Capítulo 24

[24.1] ἔστι δὲ ἡ ὑπερηφανία καταφρόνησίς τις πλὴν αὑτοῦ τῶν ἄλλων, ὁ δὲ ὑπερήφανος τοιόσδε τις,

[24.2] οἷος τῷ σπεύδοντι ἀπὸ δείπνου ἐντεύξεσθαι φάσκειν ἐν τῷ περιπατεῖν.

[24.3] καὶ εὖ ποιήσας μεμνῆσθαι φάσκειν.

[24.4] καὶ βαδίζων ἐν ταῖς ὁδοῖς τὰς διαίτας κρίνειν ἐν ⟨τάχει⟩ τοῖς ἐπιτρέψασι.

[24.5] καὶ χειροτονούμενος ἐξόμνυσθαι τὰς ἀρχάς, οὐ φάσκων σχολάζειν.

[24.6] καὶ προσελθεῖν πρότερος οὐδενὶ θελῆσαι.

[24.7] καὶ τοὺς πωλοῦντάς τι ἢ μεμισθωμένους δεινὸς κελεῦσαι ἥκειν πρὸς αὐτὸν ἅμʼ ἡμέρᾳ.

[24.8] καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι κάτω κεκυφώς, ὅταν δὲ αὐτῷ δόξῃ, ἄνω πάλιν.

[24.9] καὶ ἑστιῶν τοὺς φίλους αὐτὸς μὴ συνδειπνεῖν, ἀλλὰ τῶν ὑφʼ αὑτόν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι.

[24.10] καὶ προαποστέλλειν δέ, ἐπὰν πορεύηται, τὸν ἐροῦντα, ὅτι προσέρχεται.

[24.11] καὶ οὔτε ἐπʼ ἀλειφόμενον αὑτὸν οὔτε λούμενον οὔτε ἐσθίοντα ἐᾶσαι ἂν εἰσελθεῖν.

[24.12] ἀμέλει δὲ καὶ λογιζόμενος πρός τινα τῷ παιδὶ συντάξαι τὰς ψήφους διωθεῖν καὶ κεφάλαιον ποιήσαντι γράψαι αὑτῷ εἰς λόγον.

[24.13] καὶ ἐπιστέλλων μὴ γράφειν, ὅτι “χαρίζοιο ἄν μοι”, ἀλλʼ ὅτι “βούλομαι γενέσθαι” καὶ “ἀπέσταλκα πρὸς σὲ ληψόμενοσʼ καὶ “ὅπως ἄλλως μὴ ἔσται” καὶ “τὴν ταχίστην””.