Capítulo 22
[22.1] ἡ δὲ ἀνελευθερία ἐστὶν ἀπουσία τις [ἀπὸ] φιλοτιμίας δαπάνην ἐχούσης, ὁ δὲ ἀνελεύθερος τοιοῦτός τις,
[22.2] οἷος νικήσας τραγῳδοῖς ταινίαν ξυλίνην ἀναθεῖναι τῷ Διονύσῳ, ἐπιγράψας μὲν αὑτοῦ τὸ ὄνομα.
[22.3] καὶ ἐπιδόσεων γιγνομένων ἐκ τοῦ δήμου, ἀναστὰς σιωπῇ ἐκ τοῦ μέσου ἀπελθεῖν.
[22.4] καὶ ἐκδιδοὺς αὑτοῦ θυγατέρα τοῦ μὲν ἱερείου πλὴν τῶν ἱερέων τὰ κρέα ἀποδόσθαι, τοὺς δὲ διακονοῦντας ἐν τοῖς γάμοις οἰκοσίτους μισθώσασθαι.
[22.5] καὶ τριηραρ⟨χῶν τὰ μὲν το⟩ῦ κυβερνήτου στρώματα αὑτῷ ἐπὶ τοῦ καταστρώματος ὑποστόρνυσθαι, τὰ δὲ αὑτοῦ ἀποτιθέναι.
[22.6] καὶ τὰ παιδία δὲ δεινὸς μὴ πέμψαι εἰς διδασκάλου, ὅταν ᾖ [τοῦ ἀποτιθέναι καὶ τὰ παιδία] Μουσεῖα, ἀλλὰ φῆσαι κακῶς ἔχειν, ἵνα μὴ συμβάλωνται.
[22.7] καὶ ἐξ ἀγορᾶς δὲ ὀψωνήσας [τὰ κρέα] αὐτὸς φέρειν τὰ λάχανα ἐν τῷ προκολπίῳ.
[22.8] καὶ ἔνδον μένειν, ὅταν ἐκδῷ θοἰμάτιον ἐκπλῦναι·
[22.9] καὶ φίλου ἔρανον συλλέγοντος καὶ διειλεγμένου αὐτῷ, προσιόντα προϊδόμενος ἀποκάμψας ἐκ τῆς ὁδοῦ τὴν κύκλῳ οἴκαδε πορευθῆναι·
[22.10] καὶ τῇ γυναικὶ δὲ τῇ ἑαυτοῦ προῖκα εἰσενεγκαμένῃ μὴ πρίασθαι θεράπαιναν, ἀλλὰ μισθοῦσθαι εἰς τὰς ἐξόδους ἐκ τῆς γυναικείας παιδίον τὸ συνακολουθῆσον·
[22.11] καὶ τὰ ὑποδήματα παλινπήξει κεκαττυμένα φορεῖν καὶ λέγειν, ὅτι κέρατος οὐδὲν διαφέρει·
[22.12] καὶ ἀναστὰς τὴν οἰκίαν καλλῦναι καὶ τὰς κλίνας ἐκκορῆσαι·
[22.13] καὶ καθεζόμενος παραστρέψαι τὸν τρίβωνα, ὃν αὐτὸν φορεῖ.