Capítulo 20
[20.1] ἔστιν ἡ ἀηδία, ὡς ὅρῳ λαβεῖν, ἔντευξις λύπης ποιητικὴ ἄνευ βλάβης, ὁ δὲ ἀηδὴς τοιοῦτός τις,
[20.2] οἷος ἐγείρειν ἄρτι καθεύδοντα εἰσελθών, ἵνα αὐτῷ λαλῇ.
[20.3] καὶ ἀνάγεσθαι δὴ μέλλοντας κωλύειν.
[20.4] καὶ προσελθὼν δεῖσθαι ἐπισχεῖν, ἕως ἂν περιπατήσῃ.
[20.5] καὶ τὸ παιδίον τῆς τίτθης ἀφελόμενος, μασώμενος σιτίζειν αὐτὸς καὶ ὑποκορίζεσθαι ποππύζων καὶ πανουργιῶν τοῦ πάππου καλῶν.
[20.6] καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι, ὡς ἐλλέβορον πιὼν ἄνω καὶ κάτω καθαρθείη καὶ ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῷ μελαντέρα ⟨εἴη⟩ ἡ χολή.
[20.7] καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν οἰκείων· “Εἴπʼ ὦ μάμμη, ὅτʼ ὤδινες καὶ ἔτικτές με, τίς ἡμέρα;”
[20.8] καὶ ὑπὲρ αὐτῆς δὲ λέγειν ὡς ἡδύ ἐστι, καὶ ἀμφότερα δὲ οὐκ ἔχοντα οὐ ῥᾴδιον ἄνθρωπον λαβεῖν.
[20.9] καὶ ὅτι ψυχρὸν ὕδωρ ἐστὶ παρʼ αὑτῷ λακκαῖον· καὶ ὡς κῆπος λάχανα πολλὰ ἔχων καὶ ἁπαλά [ὥστε εἶναι ψυχρόν]· καὶ μάγειρος εὖ τὸ ὄψον σκευάζων· καὶ ὅτι ἡ οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι· μεστὴ γάρ ἐστι· καὶ τοὺς φίλους αὐτοῦ εἶναι τὸν τετρημένον πίθον· εὖ ποιῶν γὰρ αὐτοὺς οὐ δύνασθαι ἐμπλῆσαι.
[20.10] καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ, ποῖός τίς ἐστι, τῷ συνδειπνοῦντι· καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν, ὅτι τὸ τέρψον τοὺς παρόντας παρεσκεύασται, καὶ ὅτι αὐτήν, ἐὰν κελεύσωσιν, ὁ παῖς μέτεισι παρὰ τοῦ πορνοβοσκοῦ ἤδη, ὅπως πάντες ὑπʼ αὐτῆς αὐλώμεθα καὶ εὐφραινώμεθα.