Pular para o conteúdo

Χαρακτῆρες

Theophrastus · Capítulo 17

Capítulo 17

[17.1] ἔστιν ἡ μεμψιμοιρία ἐπιτίμησις παρὰ τὸ προσῆκον τῶν δεδομένων,

[17.2] ὁ δὲ μεμψίμοιρος τοιόσδε τις, οἷος ἀποστείλαντος μερίδα τοῦ φίλου εἰπεῖν πρὸς τὸν φέροντα· “ἐφθόνησέν μοι τοῦ ζωμοῦ καὶ τοῦ οἰναρίου οὐκ ἐπὶ δεῖπνον καλέσας”.

[17.3] καὶ ὑπὸ τῆς ἑταίρας καταφιλούμενος εἰπεῖν· “θαυμάζω, εἰ σὺ καὶ ἀπὸ τῆς ψυχῆς οὕτω με φιλεῖς”.

[17.4] καὶ τῷ Διὶ ἀγανακτεῖν, οὐ διότι ὕει, ἀλλὰ διότι ὕστερον.

[17.5] καὶ εὑρὼν ἐν τῇ ὁδῷ βαλλάντιον εἰπεῖν· “ἀλλʼ οὐ θησαυρὸν εὕρηκα οὐδέποτε”.

[17.6] καὶ πριάμενος ἀνδράποδον ἄξιον καὶ πολλὰ δεηθεὶς τοῦ πωλοῦντος· “θαυμάζω” εἰπεῖν “ὅ τι ὑγιὲς οὕτω ἄξιον ἐώνημαι”.

[17.7] καὶ πρὸς τὸν εὐαγγελιζόμενον ὅτι “υἱός σοι γέγονενʼ, εἰπεῖν ὅτι “ἂν προσθῇς· “καὶ τῆς οὐσίας τὸ ἥμισυ ἄπεστιν” ἀληθῆ ἐρεῖς””.

[17.8] καὶ δίκην νικήσας καὶ λαβὼν πάσας τὰς ψήφους ἐγκαλεῖν τῷ γράψαντι τὸν λόγον, ὡς πολλὰ παραλελοιπότι τῶν δικαίων·

[17.9] καὶ ἐράνου εἰσενεχθέντος παρὰ τῶν φίλων καὶ φήσαντός τινος· “ἱλαρὸς ἴσθι”, “καὶ πῶς;” εἰπεῖν, “ὅτι δεῖ τἀργύριον ἀποδοῦναι ἑκάστῳ καὶ χωρὶς τούτων χάριν ὀφείλειν ὡς εὐεργετημένον;”