Capítulo 12
[12.1] ἡ μὲν οὖν ἀκαιρία ἐστὶν ἐπίτευξις λυποῦσα τοὺς ἐντυγχάνοντας, ὁ δὲ ἄκαιρος τοιοῦτός τις,
[12.2] οἷος ἀσχολουμένῳ προσελθὼν ἀνακοινοῦσθαι.
[12.3] καὶ πρὸς τὴν αὑτοῦ ἐρωμένην κωμάζειν πυρέττουσαν.
[12.4] καὶ δίκην ὠφληκότα ἐγγύης προσελθὼν κελεῦσαι αὑτὸν ἀναδέξασθαι.
[12.5] καὶ μαρτυρήσων παρεῖναι τοῦ πράγματος ἤδη κεκριμένου.
[12.6] καὶ κεκλημένος εἰς γάμους τοῦ γυναικείου γένους κατηγορεῖν.
[12.7] καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντα ἄρτι παρακαλεῖν εἰς περίπατον.
[12.8] δεινὸς δὲ καὶ προσάγειν ὠνητὴν πλείω διδόντα ἤδη πεπρακότι.
[12.9] καὶ ἀκηκοότας
[12.10] καὶ μεμαθηκότας ἀνίστασθαι ἐξ ἀρχῆς διδάσκων.
[12.11] καὶ πρόθυμος δὲ ἐπιμεληθῆναι, ἃ μὴ βούλεταί τις γενέσθαι, αἰσχύνεται δὲ ἀπείπασθαι.
[12.12] καὶ θύοντας καὶ ἀναλίσκοντας ἥκειν τόκον ἀπαιτήσων. καὶ μαστιγουμένου οἰκέτου παρεστὼς διηγεῖσθαι,
[12.13] ὅτι καὶ αὑτοῦ ποτε παῖς οὕτως πληγὰς λαβὼν ἀπήγξατο.
[12.14] καὶ παρὼν διαίτῃ συγκρούειν, ἀμφοτέρων βουλομένων διαλύεσθαι.
[12.15] καὶ ὀρχησόμενος ἅψασθαι ἑτέρου μηδέπω μεθύοντος.