Pular para o conteúdo

Περὶ φυτῶν ἱστορίας

Teofrasto · Capítulo 5

Capítulo 5

[9.5.1] V. Περὶ δὲ κιναμώμου καὶ κασίας τάδε λέγουσι· θάμνους μὲν ἀμφότερα ταῦτ᾿ εἶναι οὐ μεγάλους ἀλλ᾿ ἡλίκους ἄγνου, πολυκλάδους δὲ καὶ ξυλώδεις. ὅταν δὲ ἐκκόψωσιν, ὅλον τὸ κινάμωμον διαιρεῖν εἰς πέντε μέρη· τούτων δὲ τὸ πρῶτον πρὸς τοῖς βλαστοῖς βέλτιστον εἶναι, ὃ τεμνεται σπιθαμιαῖον ἢ μικρῷ μεῖζον· ἑπόμενον δὲ τὸ δεύτερον, ὃ καὶ τῇ τομῇ ἔλαττον· εἶτα τὸ τρίτον καὶ τέταρτον· ἔσχατον δὲ τὸ χείριστον τὸ πρὸς τῇ ῥίζῃ· φλοιὸν γὰρ ἐλάχιστον ἔχειν· χρήσιμος δὲ οὗτος, οὐ τὸ ξύλον· δι᾿ ὃ καὶ τὸ ἀκροφυὲς κράτιστον, πλεῖστον γὰρ ἔχειν καὶ τὸν φλοιόν. οἱ μὲν οὕτω λέγουσιν.

[9.5.2] Ἄλλοι δὲ θαμνῶδες μὲν καὶ ἔτι μᾶλλον φρυγανῶδες εἶναί φασι· δύο δ᾿ αὐτοῦ γένη, τὸ μὲν μέλαν τὸ δὲ λευκόν. λέγεται δέ τις καὶ μῦθος ὑπὲρ αὐτοῦ· φύεσθαι μὲν γάρ φασιν ἐν φάραγξιν, ἐν ταύταις δ᾿ ὄφεις εἶναι πολλοὺς δῆγμα θανάσιμον ἔχοντας, πρὸς οὓς φραξάμενοι τὰς χεῖρας καὶ τοὺς πόδας καταβαίνουσι καὶ συλλέγουσιν, εἶθ᾿ ὅταν ἐξενέγκωσι διελόντες τρία μέρη διακληροῦνται πρὸς τὸν ἥλιον, καὶ ἣν ἂν λάχῃ ὁ ἥλιος καταλείπουσιν· ἀπιόντες δ᾿ εὐθὺς ὁρᾶν φασι καιομένην ταύτην· οὗτος μὲν οὖν τῷ ὄντι μῦθος.

[9.5.3] Τὴν δὲ κασίαν φασὶ τὰς μὲν ῥάβδους παχυτέρας ἔχειν, ἰνώδεις δὲ σφόδρα καὶ οὐκ εἶναι περιφλεῦσαι· χρήσιμον δὲ καὶ ταύτης τὸν φλοιόν. [1104] [1105] ὅταν οὖν τέμνωσι τὰς ῥάβδους, κατακόπτειν ὡς διδάκτυλα τὸ μῆκος ἢ μικρῷ μείζω, ταῦτα δ᾿ εἰς νεόδορον βύρσαν καταρράπτειν· εἶτ᾿ ἐκ ταύτης καὶ τῶν ξύλων σηπομένων σκωλήκια γίνεσθαι, τὸ μὲν ξύλον κατεσθίει, τοῦ φλοιοῦ δ᾿ οὐχ ἅπτεται διὰ τὴν πικρότητα καὶ δριμύτητα τῆς ὀσμῆς. καὶ περὶ μὲν κασίας καὶ κιναμώμου τοσαῦτα λέγεται.