Capítulo 4
[1.4.1] IV. Φανεραὶ δὲ καὶ κατ᾿ αὐτὰς τὰς μορφὰς αἱ διαφοραὶ τῶν ὅλων τε καὶ μορίων, οἶον λέγω [44] [45] [46] [47] μέγεθος καὶ μικρότης, σκληρότης μαλακότης, λειότης τραχύτης, φλοιοῦ φύλλων τῶν ἄλλων, ἀπλῶς εὐμορφία καὶ δυσμορφία τις, ἔτι δὲ καὶ καλλικαρπία καὶ κακοκαρπία. πλείω μὲν γὰρ δοκεῖ τὰ ἄγρια φέρειν, ὥσπερ ἀχρὰς κότινος, καλλίω δὲ τὰ ἥμερα καὶ τοὺς χυλοὺς δὲ αὐτοὺς γλυκυτέρους καὶ ἡδίους καὶ τὸ ὅλον ὡς εἰπεῖν εὐκράτους μᾶλλον.
[1.4.2] Αὗταί τε δὴ φυσικαί τινες ὥσπερ εἴρηται διαφοραί, καὶ ἔτι δὴ μᾶλλον τῶν ἀκάρπων καὶ καρποφόρων καὶ φυλλοβόλων καὶ ἀειφ ύλλων καὶ ὅσα ἄλλα τοιαῦτα. πάντων δὲ ληπτέον ἀεὶ καὶ τὰς κατὰ τοὺς τόπους· οὐ γὰρ οὐδ᾿ οἶόν τε ἴσως ἄλλως. αἱ δὲ τοιαῦται δόξαιεν ἄν γενικόν τινα ποιεῖν χωρισμόν, οἶον ἐνύδρων καὶ χερσαίων, ὥσπερ ἐπὶ τῶν ζώων. ἔστι γὰρ ἔνια τῶν φυτῶν ἃ οὐ δύναται μὴ ἐν ὑγρῷ ζῆν· διῄρηται δὲ ἄλλο κατ᾿ ἄλλο γένος τῶν ὑγρῶν, ὥστε τὰ μὲν ἐν τέλμασι τὰ δὲ ἐν λίμναις τὰ δ᾿ ἐν ποταμοῖς τὰ δὲ καὶ ἐν αὐτῇ τῇ θαλάττῃ φύεσθαι, τὰ μὲν ἐλάττω καὶ ἐν τῇ παρ᾿ ἡμῖν τὰ δὲ μείζω περὶ τὴν ἐρυθράν. ἔνια δὲ ὡσπερεὶ κάθυγρα καὶ ἕλεια, καθάπερ ἰτέα καὶ πλάτανος, τὰ δὲ οὐκ ἐν ὕδατι δυνάμενα ζῆν οὐδ᾿ ὅλως ἀλλὰ διώκοντα τοὺς ξηροὺς τόπους· τῶν δ᾿ ἐλαττόνων ἔστιν ἃ καὶ τοὺς αἰγιαλούς.
[48][49][50]
[1.4.3] Οὐ μὴν ἀλλὰ καὶ τουτων εἴ τις ἀκριβολογεῖσθαι θέλοι, τὰ μὲν ἂν εὕροι κοινὰ καὶ ὥσπερ ἀμφίβια, καθάπερ μυρίκην ἰτέαν κλήθραν, τὰ δὲ καὶ τῶν ὁμολογουμένων χερσαίων πεφυκότα ποτὲ ἐν τῇ θαλάττῃ βιοῦν, φοίνικα σκίλλαν ἀνθέρικον. ἀλλὰ τὰ τοιαῦτα καὶ ὅλως τὸ οὕτω σκοπεῖν οὐκ οἰκείως ἐστὶ σκοπεῖν· οὐδὲ γὰρ οὐδ᾿ ἡ φύσις οὕτως οὐδ᾿ ἐν τοῖς τοιούτοις ἔχει τὸ ἀναγκαῖον. τὰς μὲν οὖν διαιρέσεις καὶ ὅλως τὴν ἱστορίαν τῶν φυτῶν οὕτω ληπτέον. [ἅπαντα] δ᾿ οὖν καὶ ταῦτα καὶ τὰ ἄλλα διοίσει καθάπερ εἴρηται ταῖς τε τῶν ὅλων μορφαῖς καὶ ταῖς τῶν μορίων διαφοραῖς, ἢ τῷ ἔχειν τὰ δὲ μὴ ἔχειν, ἢ τῷ πλείω τὰ δ᾿ ἐλάττω, ἢ τῷ ἀνομοίως ἢ ὅσοι τρόποι διῄρηνται πρότερον.
[1.4.4] οἰκεῖον δὲ ἴσως καὶ τοὺς τόπους συμπαραλαμβάνειν ἐν οἷς ἕκαστα πέφυκεν ἢ μὴ πέφυκε γίνεσθαι. μεγάλη γὰρ καὶ αὕτη διαφορὰ καὶ οὐχ ἥκιστα οἰκεία τῶν φυτῶν διὰ τὸ συνηρτῆσθαι τῇ γῇ καὶ μὴ ἀπολελύσθαι καθάπερ τὰ [ζῶα].