Pular para o conteúdo

Περὶ φυτῶν αἰτιῶν

Teofrasto · Capítulo 10

Capítulo 10

[4.10.1] Τὴν δὲ ἄνθησιν πολυχρονιωτέραν ποιοῦνται τὰ χεδροπὰ τῶν σιτωδῶν ὅτι τῶν μὲν ἀσθενὲς τὸ ἄνθος· εἴρηται δὲ ὅτι τὰ ἀσθενέστερα πανταχοῦ θᾶττον τελεοῦται. δι᾽ ὃ καὶ βρέχεσθαι τὰ μὲν οὐ δύναται τὰ δὲ καὶ ζητεῖ καὶ ὀνίναται· τάχα δὲ τοῦτό γε κατὰ συμβεβηκὸς ὅτι τὸ ὅλον φυτὸν εὐτραφεῖ βρεχόμενον, ὁ δὲ καρπὸς δεῖται βοηθείας πρὸς τὴν τελέωσιν, μάλιστα δ᾽ ὁ κύαμος ὅτι μανότατον καὶ πολυανθέστατον καὶ πολυκαρπότατον. ὁ δὲ ἐρέβινθος ἀπόλλυται διὰ τὴν εἰρημένην αἰτίαν. ἀλλὰ περὶ μὲν τοῦ σίτου τῆς διαφθορᾶς λεκτέον.

[4.10.2] αἰτιάσαιτο δ᾽ ἄν τις μάλιστα τὴν ἀσθένειαν· οὐχ ὑποφέρει γὰρ ἀλλὰ φθείρεται καὶ ἀποπίπτει καθάπερ καὶ τῶν δένδρων ἐνίων ὁτὲ μὲν οἷον ἐρυσιβούμενα ὁτὲ δὲ ἐξυγραινόμενα λίαν. εὐλόγως δὲ καὶ ἡ ἄνθησις οὐχ ἅμα πᾶσι τοῖς μέρεσι· κεχώρισται γὰρ ἐκτὸς τῶν λοβῶν καὶ διὰ τὴν εὐτροφίαν· τὰ μὲν γὰρ ἤδη κύει καὶ ἀνθεῖ τὰ δ᾽ ἄνω προσαύξεται· δι᾽ ὃ καὶ τὰ μὲν αὖα καὶ τέλεια καίπερ ἐγγυτάτω τῆς τροφῆς ὄντα τὰ δ᾽ ἐπὶ τῶν ἄκρων χλωρά·

[4.10.3] τοῦτο δ᾽ οὐκ ἴδιον ἀλλὰ καὶ ἑτέρων καὶ πλειόνων κοινόν· πολλὰ γὰρ ἀνθεῖ καὶ γονεύει κατὰ μέρος καὶ ἅμα τὴν βλάστην ἀφίησι εἰς τὸ ἄνω, δι᾽ ὃ καὶ τὰ μὲν τέλεα τὰ δ᾽ ἀτελῆ τὰ δὲ μέλλοντα. καὶ οὐκ ἐμποδίζεται τὰ κάτω διὰ τὴν ἐπιρροὴν καὶ τὴν ἀναφορὰν τὴν εἰς τὸ ἄνω. καθάπερ γὰρ ὑποκείμενόν τι πᾶσιν ὁ καυλὸς ἐξ οὗ τὴν τροφὴν ἔχουσιν ὥσπερ ὀχετοῦ τινος. ἡ μὲν οὖν ἄνθησις εὐλόγως χρόνιός τε καὶ ἀβλαβὴς αὐτοῖς ὑπὸ τῶν ὑδάτων· ἐν δὲ τοῖς ἄλλοις ὅταν ἀπανθήσῃ σχεδὸν ἐπισινέστερα τοῦ σίτου διὰ τὴν ἀσθένειαν καὶ μάλισθ᾽ ὁ κύαμος, ἀσθενέστερον γάρ. καὶ περὶ μὲν τῶν πρὸς ἄλληλα διαφορῶν τοσαῦτα εἰρήσθω.