Τραχίνιαι
Δηιάνειρα
λόγος μέν ἐστʼ ἀρχαῖος ἀνθρώπων φανείς
ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂν
θάνῃ τις, οὔτʼ εἰ χρηστὸς οὔτʼ εἴ τῳ κακός·
ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,
[5] ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,
ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως
ναίουσʼ ἔτʼ ἐν Πλευρῶνι νυμφείων ὄον
ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.
μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,
[10] ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλος
δράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτει
βούπρῳρος· ἐκ δὲ δασκίου γενειάδος
κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.
[15] τοιόνδʼ ἐγὼ μνηστῆρα προσδεδεμένη
δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,
πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.
χρόνῳ δʼ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,
ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·
[20] ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης
ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων
οὐκ ἂν διείποιμʼ· οὐ γὰρ οἶδʼ· ἀλλʼ ὅστις ἦν
θακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι·
ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ
[25] μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.
τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,
εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν
ξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω,
κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει
[30] καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.
κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.
τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
[35] αἰεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ.
νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ,
ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω.
ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,
ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοι
[40] ξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπου
βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰς
ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.
σχεδὸν δʼ ἐπίσταμαί τι πῆμʼ ἔχοντά νιν·
χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλʼ ἤδη δέκα
[45] μῆνας πρὸς ἄλλοις πέντʼ ἀκήρυκτος μένει.
κἀστίν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ
δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ
θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.
Θεράπαινα
δέσποινα Δῃάνειρα, πολλὰ μέν σʼ ἐγὼ
[50] κατεῖδον ἤδη πανδάκρυτʼ ὀδύρματα
τὴν Ἡράκλειον ἔξοδον γοωμένην·
νῦν δʼ, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν
γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν·
πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ
[55] ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,
μάλιστα δʼ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς
νέμοι τινʼ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;
ἐγγὺς δʼ ὅδʼ αὐτὸς ἀρτίπους θρῴσκει δόμοις,
ὥστʼ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,
[60] πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τʼ ἐμοῖς λόγοις.
Δηιάνειρα
ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα
μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ
δούλη μέν, εἴρηκεν δʼ ἐλεύθερον λόγον.
Ὕλλος
ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.
Δηιάνειρα
[65] σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου
τὸ μὴ πυθέσθαι ποῦ ʼστιν, αἰσχύνην φέρειν.
Ὕλλος
ἀλλʼ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.
Δηιάνειρα
καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;
Ὕλλος
τὸν μὲν παρελθόντʼ ἄροτον ἐν μήκει χρόνου
[70] Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.
Δηιάνειρα
πᾶν τοίνυν, εἰ καὶ τοῦτʼ ἔτλη, κλύοι τις ἄν.
Ὕλλος
ἀλλʼ ἐξαφεῖται τοῦδέ γʼ, ὡς ἐγὼ κλύω.
Δηιάνειρα
ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;
Ὕλλος
Εὐβοῖδα χώραν φασίν, Εὐρύτου πόλιν,
[75] ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι.
Δηιάνειρα
ἆρʼ οἶσθα δῆτʼ, ὦ τέκνον, ὡς ἔλειπέ μοι
μαντεῖα πιστὰ τῆσδε τῆς χρείας πέρι;
Ὕλλος
τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.
Δηιάνειρα
ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν
[80] ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γʼ ὕστερον
τὸν λοιπὸν ἤδη βίοτον εὐαίωνʼ ἔχειν.
ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,
οὐκ εἶ ξυνέρξων, ἡνίκʼ ἢ σεσώσμεθα
[ἢ πίπτομεν σοῦ πατρὸς ἐξολωλότος]
[85] κείνου βίον σώσαντος, ἢ οἰχόμεσθʼ ἅμα;
Ὕλλος
ἀλλʼ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ
βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ.
ἀλλʼ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς
ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.
[90] νῦν δʼ ὡς ξυνίημʼ, οὐδὲν ἐλλείψω τὸ μὴ
πᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι.
Δηιάνειρα
χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ, τό γʼ εὖ
πράσσειν ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
Χορός
ὃν αἰόλα νὺξ ἐναριζομένα
[95] τίκτει κατευνάζει τε φλογιζόμενον,
Ἅλιον Ἅλιον αἰτῶ
τοῦτο, καρῦξαι τὸν Ἀλκμή-
νας· πόθι μοι πόθι μοι
ναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων;
[100] ἢ Ποντίας αὐλῶνος ἢ
δισσαῖσιν ἀπείροις κλιθείς;
εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα.
ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι
τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,
[105] οἷά τινʼ ἄθλιον ὄρνιν,
οὔποτʼ εὐνάζειν ἀδακρύ-
των βλεφάρων πόθον, ἀλλʼ
εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ
ἐνθυμίοις εὐναῖς ἀναν-
[110] δρώτοισι τρύχεσθαι, κακὰν
δύστανον ἐλπίζουσαν αἶσαν.
πολλὰ γὰρ ὥστʼ ἀκάμαντος
ἢ νότου ἢ βορέα τις
κύματʼ (ἂν) εὐρέι πόντῳ
[115] βάντʼ ἐπιόντα τʼ ἴδοι,
οὕτῶ δὲ τὸν Καδμογενῆ
τρέφει, τὸ δʼ αὔξει βιότου
πολύπονον ὥσπερ πέλαγος
Κρήσιον· ἀλλά τις θεῶν
[120] αἰὲν ἀναμπλάκητον Ἅι-
δα σφε δόμων ἐρύκει.
ὧν ἐπιμεμφομένας ἁ-
δεῖα μέν, ἀντία δʼ οἴσω.
φαμὶ γὰρ οὐκ ἀποτρύειν
[125] ἐλπίδα τὰν ἀγαθὰν
χρῆναί σʼ· ἀνάλγητα γὰρ οὐδʼ
ὁ πάντα κραίνων βασιλεὺς
ἐπέβαλε θνατοῖς Κρονίδας·
ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰν
[130] πᾶσι κυκλοῦσιν, οἷον ἄρ-
κτου στροφάδες κέλευθοι.
μένει γὰρ οὔτʼ αἰόλα
νὺξ βροτοῖσιν οὔτε κῆ-
ρες οὔτε πλοῦτος, ἀλλʼ ἄφαρ
[134] βέβακε, τῷ δʼ ἐπέρχεται
χαίρειν τε καὶ στέρεσθαι.
ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω
τάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε
[140] τέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν;