Pular para o conteúdo

Πυρρώνειοι ὑποτυπώσεις

Sexto Empírico · Capítulo 4. δ′ περὶ αἰτίου

Capítulo 4. δ′ περὶ αἰτίου

[3.4.13] Ἲνα δὲ μὴ καὶ ἡμᾶς βλασφημεῖν ἐπιχειρήσωσιν οἱ δογματικοὶ δι’ ἀπορίαν τοῦ πραγματικῶς ἡμῖν ἀντιλέγειν, [237] κοινότερον περὶ τοῦ ἐνεργητικοῦ αἰτίου διαπορήσομεν, πρότερον ἐπιστῆσαι πειραθέντες τῇ τοῦ αἰτίου ἐπινοίᾳ. ὅσον μὲν οὖν ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν οὐδ’ ἂν ἐννοῆσαί τις τὸ αἴτιον δύναιτο, εἴγε πρὸς τῷ διαφώνους καὶ ἀλλοκότους ἐννοίας τοῦ αἰτίου <ἀποδίδοσθαι> ἔτι καὶ ὑπόστασιν αὐτοῦ πεποιήκασιν ἀνεύρετον διὰ τὴν περὶ αὐτὸ διαφωνίαν.

[3.4.14] οἱ μὲν γὰρ σῶμα, οἱ δὲ ἀσώματον τὸ αἴτιον εἶναί φασιν. δόξαι δ’ ἂν αἴτιον εἶναι κοινότερον κατ’ αὐτοὺς δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα, οἷον ὧς ὁ ἥλιος ἢ ἡ τοῦ ἡλίου θερμότης τοῦ χεῖσθαι τὸν κηρὸν ἢ τῆς χύσεως τοῦ κηροῦ. καὶ γὰρ ἐν τούτῳ διαπεφωνήκασιν, οἱ μὲν προσηγοριῶν αἴτιον εἶναι τὸ αἴτιον φάσκοντες, οἶον τῆς χύσεως, οἱ δὲ κατηγορημάτων, οἶον τοῦ χεῖσθαι. διό, καθάπερ εἶπον, κοινότερον ἂν εἴη τὸ αἴτιον τοῦτο δι’ ὃ ἐνεργοῦν γίνεται τὸ ἀποτέλεσμα.

[3.4.15] τούτων δὲ τῶν αἰτίων οἱ μὲν πλείους ἡγοῦνται τὰ μὲν συνεκτικὰ εἶναι, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά, καὶ συνεκτικὰ μὲν ὑπάρχειν ὡν παρόντων πάρεστι τὸ ἀποτέλεσμα καὶ αἰρομένων αἴρεται καὶ μειουμένων μειοῦται (οὕτω γὰρ τὴν περίθεσιν τῆς στραγγάλης αἴτιον εἶναί φασι τοῦ πνιγμοῦ), συναίτιον δὲ ὃ τὴν [238] ἲσην εἰσφέρεται δύναμιν ἑτέρῳ συναιτίῳ πρὸς τὸ εἶναι τὸ ἀποτέλεσμα οὓτω <γὰρ> ἕκαστον [239] ἑλκόντων τὸ ἄροτρον βοῶν αἴτιον εἶναί φασι τῆς ὁλκῆς τοῦ ἀρότρου), συνεργὸν δὲ ὃ βραχεῖαν εἰσφέρεται δύναμιν καὶ πρὸς τὸ μετὰ ῥᾳστώνης ὑπάρχειν τὸ ἀποτέλεσμα, οἶον ὅταν δυοῖν βάρος τι βασταζόντων μόλις τρίτος τις προσελθὼν συγκουφίσῃ τοῦτο.

[3.4.16] ἔνιοι μέντοι καὶ παρόντα μελλόντων τῶν αἴτια ἔφασαν εἶναι, ὧς τὰ προκαταρκτικά, οἶον τὴν ἐπιτεταμένην ἡλίωσιν πυρετοῦ. τινὲς δὲ ταῦτα παρῃτήσαντο, ἐπειδὴ τὸ αἴτιον πρός τι ὑπάρχον καὶ πρὸς [240] τὸ ἀποτέλεσμα ὂν οὐ δύναται προηγεῖσθαι αὐτοῦ ὧς αἴτιον. ἐν δὲ τῇ περὶ αὐτῶν διαπορήσει τοιάδε λέγομεν.