Pular para o conteúdo

Πυρρώνειοι ὑποτυπώσεις

Sexto Empírico · Capítulo 32. λβ′ διὰ τί ὁ σκεπτικὸς ἐνίοτε ἀμυδροὺς ταῖς πιθανότησιν ἐρωτᾶν ἐπιτηδεύει λόγους

Capítulo 32. λβ′ διὰ τί ὁ σκεπτικὸς ἐνίοτε ἀμυδροὺς ταῖς πιθανότησιν ἐρωτᾶν ἐπιτηδεύει λόγους

[3.32.280] Ὁ σκεπτικὸς διὰ τὸ φιλάνθρωπος εἷναι τὴν τῶν δογματικῶν οἴησίν τε καὶ προπέτειαν κατὰ δύναμιν ἰᾶσθαι λόγῳ βούλεται. καθάπερ οὖν οἱ τῶν σωματικῶν παθῶν ἰατροὶ διάφορα κατὰ μέγεθος ἔχουσι βοηθήματα, καὶ τοῖς μὲν σφοδρῶς πεπονθόσι τὰ σφοδρὰ τούτων προσάγουσι, τοῖς δὲ κούφως τὰ κουφότερα, καὶ ὁ σκεπτικὸς οὕτως διαφόρους ἐρωτᾷ καὶ] κατὰ ἰσχύν λόγους,

[3.32.281] καὶ τοῖς μὲν ἐμβριθέσι καὶ εὐτόνως ἀνασκευάζειν δυναμένοις τὸ τῆς οἰήσεως τῶν δογματικῶν πάθος ἐπὶ τῶν σφοδρᾷ τῇ προπετείᾳ κεκακωμένων χρῆται, τοῖς δὲ κουφοτέροις ἐπὶ τῶν ἐπιπόλαιον καὶ εὐίατον ἐχόντων τὸ τῆς οἰήσεως πάθος καὶ ὑπὸ κουφοτέρων πιθανοτήτων ανασκευάζεσθαι δυναμένων. διόπερ ὁτὲ μὲν ἐμβριθεῖς ταῖς πιθανότησιν, ὁτὲ δὲ καὶ ἀμαυροτέρους φαινομένους οὐκ ὀκνεῖ λόγους συνερωτᾶν ὁ ἀπὸ τῆς σκέψεως ὁρμώμενος, ἐπίτηδες, ὧς ἀρκοῦντας αὐτῷ πολλάκις πρὸς τὸ ἀνύειν τὸ προκείμενον.

[430]

[431]

[3.32.endnote] Ὦ Πυρρῶν μέγα θαῦμα πεφασμένον ὡς πλέον

τῶν ἄλλων ἕτερον χρῆμά τι θαμβαλέον.

εἰ μὲν ὑπερφιάλως κατ’ ἐναντίον ἐλθέμεν ἔτλης,

συμπάντων γε σοφῶν φεῦ ὅσον ἦσθα τάλας·

εἰ δὲ κὲν ἰδμοσύνης τῆς ἀνδρομέης κατεγνωκώς,

τὰ πρώτιστα φέρεις ὣν σοφίης κατέγνως.