Pular para o conteúdo

Πυρρώνειοι ὑποτυπώσεις

Sexto Empírico · Capítulo 26. κς′ εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη

Capítulo 26. κς′ εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη

[3.26.250] Καὶ μὴν εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη, ἤτοι φύσει ἐγγίνεται αὐτοῖς ἢ διὰ μαθήσεως καὶ διδασκαλίας. ἀλλ’ εἰ μὲν φύσει, ἤτοι καθό εἰσιν ἄνθρωποι ἐγγίνοιτο ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη, ἢ καθὸ οὔκ εἰσιν ἄνθρωποι. καθὸ μὲν οὖν οὔκ εἰσιν ἄνθρωποι, οὐδαμῶς· οὐδὲ γὰρ οὔκ εἰσιν ἄνθρωποι. εἰ δὲ καθό εἰσιν ἄνθρωποί, πᾶσιν ἀνθρώποις ὑπῆρξεν ἂν ἡ φρόνησις, [411] ὧς πάντας εἶναι γρονίμους τε καὶ ἐναρέτους καὶ σοφούς.

[3.26.251] φαύλους δὲ τοὺς πλείστους λέγουσιν. οὐκοῦν οὐδὲ καθό εἰσιν ἄνθρωποι ὑπάρξειεν ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη. οὐδὲ φύσει ἄρα. καὶ ἄλλως, ἐπειδὴ (Stoic. fr. 173 Arn.) τὴν τέχνην σύστημα ἐκ καταλήψεων εἷναι [412] βούλονται συγγεγυμνασμένων, διὰ πείρας τέ τινος καὶ μαθήσεως ἐμφαίνουσι μᾶλλον ἀναλαμβάνεσθαι τάς τε ἄλλας τέχνας καὶ ταύτην περὶ ἧς ὁ λόγος.