Capítulo 1. α′ περὶ τοῦ φυσικοῦ μέρους
[3.1.1] Κατὰ δὲ τὸν αὐτὸν τρόπον τῆς συγγραφῆς καὶ τὸ φυσικὸν μέρος αὐτῆς ἐπιόντες οὐ πρὸς ἕκαστον τῶν λεγομένων αὐτοῖς κατὰ τόπον ἀντεροῦμεν, ἀλλὰ τὰ καθολικώτερα κινεῖν ἐπιχειρήσομεν, οἶς συμπεριγράφεται καὶ τὰ λοιπά. ἀρξώμεθα δὲ ἀπὸ τοῦ περὶ ἀρχῶν λόγου.