Pular para o conteúdo

Πυρρώνειοι ὑποτυπώσεις

Sexto Empírico · Capítulo 16. ις′ περὶ ὄρων

Capítulo 16. ις′ περὶ ὄρων

[2.16.205] ‘Αλλὰ καὶ ἐπὶ τῇ περὶ ὅρων δὴ τεχνολογίᾳ μέγα φρονοῦσιν οἱ δογματικοί, ἣν τῷ λογικῷ μέρει τῆς καλουμένης φιλοσοφίας ἐγκαταλέγουσιν. φέρε οὖν καὶ περὶ ὅρων ὀλίγα ἐπὶ τοῦ παρόντος εἲπωμεν.

Πρὸς πολλὰ τοίνυν χρησιμεύειν τοὺς ὅρους τῶν δογματικῶν δοκούντων, δύο τὰ ἀνωτάτω κεφάλαια <ἃ>

[2.16.206] πάσης λέγουσιν ἀναγκαιότητος αὐτῶν ἴσως εὑρήσεις· ἢ γὰρ ὧς πρὸς κατάληψιν ἢ ὧς πρὸς διδασκαλίαν ἐν πᾶσι παραδεικνύουσι τοὺς ὅρους ἀναγκαίους. ἐὰν οὖν ὑπομνήσωμεν, ὅτι πρὸς οὐδέτερον τούτων χρησιμεύουσι, περιτρέψομεν, οἶμαι, πᾶσαν τὴν γεγενημένην περὶ αὐτῶν παρὰ τοῖς δογματικοῖς ματαιοπονίαν.

[2.16.207] εὐθέως οὖν, εἰ ὁ μὲν ἀγνοῶν τὸ ὁριστὸν οὐχ οἷός τέ ἐστι τὸ μὴ γινωσκόμενον αὐτῷ ὁρίσασθαι, ὁ δὲ γινύσκων, εἶθ’ ὁριζόμενος οὐκ ἐκ ὅρου τὸ ὁριστὸν κατείληφεν ἀλλ’ ἐπὶ προκατειλημτοῦ [202] μένω τούτῳ τὸν ὅρον ἐπισυντέθεικεν, πρὸς κατάληψιν τῶν πραγμάτων ὁ ὅρος οὐκ ἔστιν ἀναγκαῖος. καὶ γὰρ ἐπεὶ πάντα μὲν ὁρίζεσθαι θέλοντες καθάπαξ οὐδὲν ὁρισόμεθα διὰ τὴν <εἰς> ἄπειρον ἔκπτωσιν, τινὰ δὲ καὶ δίχα τῶν ὅρων ὁμολογοῦντες οὐκ ἀναγκαίους πρὸς κατάληψιν τοὺς ὅρους ἀποφαίνομεν, καθ’ ὅν τρόπον τὰ μὴ ὁρισθέντα κατελήφθη, δυναμένων ἡμῶν πάντα χωρὶς τῶν ὄρων καταλαμβάνειν, ἢ καθάπαξ

[2.16.208] οὐδὲν ὁρισόμεθα διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν] ἢ οὐκ ἀναγκαίους τοὺς ὄρους ἀποφανοῦμεν. διὰ δὲ ταῦτα οὐδὲ πρὸς διδασκαλίαν αὐτοὺς εὕροιμεν ἂν ἀναγκαίους· ὧς γὰρ ὁ πρῶτος τὸ πρᾶγμα γνούς ἔγνω τοῦτο χωρὶς ὅρου, κατὰ τὸ παραπλἠσιον καὶ ὁ διδασκόμενος αὐτὸ δύναται χωρὶς ὅρου διδαχθῆναι.

[2.16.209] ἔτι ἀπὸ τῶν ὁριστῶν ἐπικρίνουσι τούς ὅρους, καί φασι μοχθηροὺς ὅρους εἶναι τοὺς περιέχοντάς τι τῶν μὴ προσόντων τοῖς ὁριστοῖς, ἤτοι πᾶσιν ἢ τισίν. διόπερ ὅταν εἴπῃ τις τὸν ἂμιρωπον εἶναι ζῷον λογικὸν ἀθάνατον ἤ ζῷον λογικὸν θνητὸν γραμματικόν, ὅπου μὲν μηδενὸς ὄντος ἀνθρώπου ἀθανάτου, ὅπου δὲ τινῶν μὴ γραμματικῶν ὄντων, φασὶ μοχθηρὸν εἶναι τὸν ὅρον.

[2.16.210] τάχα δὲ καὶ ἀνεπίκριτοί εἰσιν οἱ ὅροι διὰ τὴν ἀπειρίαν τῶν κατὰ μέρος, ἐξ ὧν ἐπικρίνεσθαι ὀφείλουσιν· εἶτα οὐκ ἂν καταληπτικοί τε καὶ διδακτικοὶ τούτων εἶεν ἐξ ὧν ἐπικρίνονται δηλονότι προεπεγνωσμένων, εἴγε ἄρα, καὶ προκατειλημμένων πῶς δὲ οὐκ ἂν εἴη γελοῖον τὸ λέγειν ὧς οἱ ὅροι χρησιμεύουσι πρὸς λατάξψομ ἢ διδασκαλίαν ἢ σαφήνειαν ὅλως, ἀσάφειαν ἡμῖν ἐπεισκυκλοῦντες τοσαύτην;

[2.16.211] οἶον γοῦν, ἴνα τι καὶ παίξωμεν, εἰ τις παρά του βουλόμενος πυθέσθαι εἰ ἀπήντηται αὐτῷ ἄνθρωπος ἐπὶ ἲππου ὀχούμενος καὶ κύνα ἐφελκόμενος, τὴν ἐρώτησιν οὕτω ποιήσαιτο ‘ὦ [203] ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἀπήντητό σοι ζῷον γελαστικὸν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, ζῴῳ θνητῷ χρεμετιστικῷ τὰ σφαιρώματα ἐφηδρακός ἐφελκόμενον ζῷον τετράπουν ὑλαπτικόην;’ πῶς οὐκ ἂν εἴη καταγέλαστος, εἰς ἀφασίαν οὕτω γνωρίμου πράγμαἀν τος ἐμβαλὼν τὸν ἄνθρωπον διὰ τοὺς ὅρους; οὐκοῦν ἂχρηστον εἶναι τὸν ὅρον ὅσον ἐπὶ τούτοις λεκτέον,

[2.16.212] εἲτ’ οὖν λόγος εἷναι λέγοιτο διὰ βραχείας ὑπομνήσεως εἰς ἔννοιαν ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φωναῖς πραγμάτων, ὡς δῆλόν γε (οὐ γάρ;) ἐκ τῶν μικρῷ πρόσθεν ἡμῖν εἰρημένων, εἴτε λόγος ὁ τὸ τί ἦν εἷναι δηλῶν, εἴτε ὃ βούλεταί τις. καὶ γὰρ τί ἐστιν ὁ ὅρος βουλόμενοι παριστᾶν εἰς ἀνήνυτον ἐμπίπτουσι διαφωνίαν, ἣν διὰ τὴν προαίρεσιν τῆς γραφῆς παρίημι νῦν, εἴγε καὶ δοκεῖ διατρέπειν τούς ὅρους <ὅσα ἐν τούτοις περὶ τοῦ ἄχρηστον [204] εἶναι τὸν ὅρον ἐλέγομεν>. Τοσαῦτα μὲν καὶ περὶ ὅρων ἀπόχρη μοι νῦν λελέχθαι.