Livro 2
Sumário
[2.toc.toc] Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῶν Πυρρωνείων ὑποτυπώσεων.
α′ εἰ δύναται ζητεῖν ὁ σκεπτικός περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς
β′ πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικούς ζητήσεως
γ′ περὶ κριτηρίου
δ′ εἰ ἔστι κριτήριον ἀληθείας
ε′ περὶ τοῦ ὑφ’ οὖ
ς′ περὶ τοῦ δι’ οὖ
ζ′ περὶ τοῦ καθ’
η′ περὶ ἀληθοῦς καὶ ἀληθείας
θ′ εἰ ἔστι τι φύσει ἀληθές
ι′ περὶ σημείου
ια′ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν
ιβ′ περὶ
ιγ′ εἰ ἔστιν
ιδ′ περὶ συλλογισμῶν
ιε′ περὶ ἐπαγωγῆς
ις′ περὶ ὅρων
ιζ′ περὶ
ιη′ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως
ιθ′ εἰ διαιρεῖται ὅλον εἰς μέρη
κ′ περὶ γενῶν καὶ εἰδῶν
κα′ περὶ κοινῶν συμβεβηκότων
κβ′ περὶ
Capítulo 1. α′ εἰ δύναται ζητεῖν ὁ σκεπτικός περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς
[2.1.1] Ἐπεὶ δὲ τὴν ζήτησιν τὴν πρὸς τοὺς δογματικοὺς μετήλθομεν, ἕκαστον τῶν μερῶν τῆς καλουμένης φιλοσοφίας συντι [91] τόμως καὶ ὑποτυπωτικῶς ἐφοδεύσωμεν, πρότερον ἀποκρινάμενοι πρὸς τούς ἀεὶ θρυλοῦντας ὧς μήτε ζητεῖν μήτε νοεῖν ὅλως οἶός τέ ἐστιν ὁ σκεπτικὸς περὶ τῶν δογματιζομένων παρ’ αὐτοῖς.
[2.1.2] φασὶ γὰρ ὡς ἤτοι καταλαμβάνει ὁ σκεπτικὸς τὰ ὑπὸ τῶν δογματικῶν λεγόμενα ἢ οὐ καταλαμβάνει· καὶ εἰ μὲν καταλαμβάνει, πῶς ἂν ἀποροίη περὶ ὧν κατειληφέναι λέγει; εἰ δ᾿ οὐ καταλαμβάνει, ἄρα περὶ ὧν οὐ κατείληφεν οὐδὲ οἶδε λέγειν.
[2.1.3] ὥσπερ γὰρ ὁ μὴ εἰδώς, εἰ τύχοι, τί ἐστι τὸ καθ’ ὃ περιαιρουμένου ἢ τὸ διὰ δύο τροπικῶν θεώρημα, οὐδὲ εἰπεῖν τι δύναται περὶ αὐτῶν, οὕτως ὁ μὴ γινώσκων ἕκαστον τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς οὐ δύναται ζητεῖν πρὸς αὐτοὺς περὶ ὧν οὐκ οἶδεν. οὐδαμῶς ἄρα δύναται ζητεῖν ὁ ὒ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.
[2.1.4] κοῖς. ἴς. οἱ δὴ ταῦτα λέγοντες ἀποκρινάσθωσαν ἡμῖν, πῶς λέγουσι νῦν τὸ καταλαμβάνειν, πότερον τὸ νοεῖν ἀπλῶς ἄνευ τοῦ καὶ ὑπὲρ τῆς ὑπάρξεως ἐκείνων περὶ ὧν ποιούμεθα τούς λόγους διαβεβαιοῦσθαι, ἢ μετὰ τοῦ νοεῖν καὶ <τὸ> τὴν ὕπαρξιν ἐκείνων τιθέναι περὶ ὧν διαλεγόμεθα. εἰ μὲν γὰρ καταλαμβάνειν εἶναι λέγουσιν ἐν τῷ λόγῳ τὸ καταληπτικῇ φαντασίᾳ συγκατατίθεσθαι, τῆς καταληπτικῆς φαντασίας οὔσης ἀπὸ ὑπάρχοντος, κατ' αὐτὸ [92] τὸ ὑπάρχον ἐναπομεμαγμένης καὶ ἐναπεσφραγισμένης, οἴα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος, οὐδὲ αὐτοὶ βουλήσονται τάχα μὴ δύνασθαι ζητεῖν περὶ ἐκείνων ἃ μὴ κατειλήφασιν οὕτως.
[2.1.5] οἷον γοῦν ὅταν ὁ Στωικὸς πρὸς τὸν Ἐπικούρειον ζητῇ λέγοντα ὅτι διῄρηται ἡ οὐσία ἢ ὧς ὁ θεὸς οὐ προνοεῖ τῶν ἐν κόσμῳ ἢ ὅτι ἡ ἡδονὴ ἀγαθόν, πότερον κατείληφεν ἢ οὐ κατείφησὶ [93] ληφεν; καὶ εἰ μὲν κατείληφεν, ὑπάρχειν αὐτὰ λέγων ἄρδην ἀναιρεῖ τὴν Στοάν· εἰ δ’ οὐ κατείληφεν, οὐ δύναταί τι πρὸς αὐτὰ λέγειν.
[2.1.6] τὰ δὲ παραπλήσια καὶ πρὸς τοὺς ἀπὸ τῶν ἄλλων αἱρέσεων ἀναγομένους λεκτέον, ὅταν τι ζητεῖν περὶ τῶν δοκούντων τοῖς ἑτεροδόξοις αὐτῶν ἐθέλωσιν. ὥστε οὐ δύνανται περί τινος ζητεῖν πρὸς ἀλλήλους. μᾶλλον δέ, εἰ χρὴ μὴ ληρεῖν, συγχυθήσεται μὲν αὐτῶν ἅπασα ὡς ἔπος εἰπεῖν ἡ δογματική, συντόνως δὲ προσαχθήσεται ἡ σκεπτικὴ φιλοσοφία, διδομένου τοῦ μὴ δύνασθαι ζητεῖν περὶ τοῦ μὴ οὕτως κατ’ εἰλημμένου.
[2.1.7] ὁ γὰρ περί τινος ἀδήλου πράγματος ἀποφαίνεσθαι τε καὶ δογματίζων ἤτοι κατειληφὼς αὐτὸ ἀποφαίνεσθαι περὶ αὐτοῦ λέξει ἢ μὴ κατειληφώς. ἀλλ’ εἰ μὲν μὴ κατειληφώς, ἄπιστος ἔσται· εἰ δὲ κατειληφώς, ἤτοι αὐτόθεν καὶ ἐξ ἑαυτοῦ καὶ κατ’ ἐνάργειαν ὑποπεσὸν αὐτῷ τοῦτο λέξει κατειληφέναι ἢ διά τινος ἐρεύνης καὶ ζητήσεως.
[2.1.8] ἀλλ’ εἶ μὲν ἐξ ἑαυτοῦ περιπτωτικῶς κατ’ ἐνάργειαν λέγοι ὑποπεσεῖν αὐτῷ καὶ κατειλῆφθαι τὸ ἄδηλον, οὕτως ἂν οὐδὲ ἄδηλον εἵη ἀλλὰ πᾶσιν ἐπ’ ἴσης φαινόμενον καὶ ὁμολογούμενον καὶ μὴ διαπεφωνημένον. περὶ ἑκάστου δὲ τῶν ἀδήλων ἀνήνυτος γέγονε παρ’ αὐτοῖς διαφωνία· οὐκ ἄρα ἐξ ἑαυτοῦ καὶ κατ’ ἐνάργειαν ὑποπεσὸν αὐτῷ κατειληφὼς ἂν εἴη τὸ ἄδηλον ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ διαβεβαιούμενός τε καὶ ἀποφαινόμενος δογματικός.
[2.1.9] εἰ δὲ διά τινος ἐρεύνης, πῶς οἷός τε ἦν ζητεῖν πρὸ τοῦ καταλαβεῖν ἀκριβῶς αὐτὸ κατὰ τὴν προκειμένην ὑπόθεσιν; τῆς μὲν γὰρ ζητήσεως χρῃζούσης τοῦ πρότερον ἀκριβῶς κατειλῆφθαι τὸ μέλλον ζητεῖσθαι καὶ οὕτω ζητεῖσθαι, τῆς δὲ καταλήψεως τοῦ ζητουμένου πράγματος δεομένης πάλιν αὐτῆς τοῦ προεζητῆσθαι πάντως αὐτό, κατὰ τὸν [94] διάλληλον τρόπον τῆς ἀπορίας ἀδύνατον αὐτοῖς γίγνεται καὶ τὸ ζητεῖν περὶ τῶν ἀδήλων καὶ τὸ δογματίζειν, ἤν τε ἀπὸ τῆς καταλήψεως ἄρχεσθαι βούλωνταί τινες, μεταγόντων ἡμῶν αὐτοὺς ἐπὶ τὸ δεῖν αὐτὸ προεζητηκέναι πρὸ τοῦ κατειληφέναι, ἤν τε ἀπὸ τῆς ζητήσεως, ἐπὶ τὸ δεῖν πρὸ τοῦ ζητεῖν κατειληφέναι τὸ μέλλον ζητεῖσθαι, ὥστε διὰ ταῦτα μήτε καταλαμβάνειν αὐτοὺς δύνασθαί τι τῶν ἀδήλων μήτε ἀποφαίνεσθαι διαβεβαιωτικῶς ὑπὲρ αὐτῶν. ἐξ ὧν ἀναιρεῖσθαι μὲν τὴν δογματικὴν εὑρεσιλογίαν αὐτόθεν, οἶμαι, συμβήσεται, τὴν ἐφεκτικὴν δὲ εἰσάγεσθαι φιλοσοφίαν.
[2.1.10] εἰ δὲ φήσουσι μὴ τοιαύτην [λέγειν] κατ’ κατάλμψιν ἡγεῖσθαι ζητήσεως προσήκειν, νόησιν δὲ ἀπλῶς, οὐκ ἔστιν ἀδύνατον [ἐν] τοῖς ἐπέχουσι περὶ τῆς ὑπάρξεως τῶν ἀδήλων ζητεῖν. νοήσεως γὰρ οὐκ ἀπείργεται ὁ σκεπτικός, οἶμαι, ἀπό τε τῶν παθητικῶς ὑποπιπτόντων <καὶ> κατ’ φαινομένων αὐτῷ λόγων γινομένης καὶ μὴ πάντως εἰσαγούσης τὴν ὕπαρξιν τῶν νοουμένων· οὐ γὰρ μόνον τὰ ὑπάρχοντα νοοῦμεν, ὥς φασιν, ἀλλ’ ἤδη καὶ τὰ ἀνύπαρκτα. ὅθεν καὶ ζητῶν καὶ νοῶν ἐν τῇ σκεπτικῇ διαθέσει μένει ὁ ἐφεκτικός· ὅτι γὰρ τοῖς κατὰ φαντασίαν παθητικὴν ὑποπίπτουσιν αὐτῷ, καθὸ φαίνεται αὐτῷ, συγκατατίθεται, δεδήλωται.
[2.1.11] ὅρα δὲ μὴ καὶ νῦν οἱ δογματικοὶ ζητήσεως ἀπείργωνται. οὐ γὰρ τοῖς ἀγνοεῖν τὰ πράγματα ὧς ἔχει πρὸς τὴν φύσιν ὁμολογοῦσι τὸ ζητεῖν ἔτι περὶ αὐτῶν ἀνακόλυθον, τοῖς δ’ ἐπ’ ἀκριβὲς οἰομένοις ταῦτα γινώσκειν· οἶς μὲν γὰρ ἐπὶ πέρας ἤδη πάρεστιν ἡ ζήτησις, ὧς ὑπειλήφασιν, οἶς δὲ τὸ δι’ ὃ πᾶσα συνίσταται ζήτησις ἀκμὴν ὑπάρχει, τὸ νομίζειν ὡς οὐχ εὑρήκασιν.
[2.1.12] Οὐκοῦν ζητητέον ἡμῖν ἐστι περὶ ἑκάστου μέρους τῆς καλουμένης φιλοσοφίας συντόμως ἐπὶ τοῦ παρόντος. καὶ ἐπεὶ [95] πολλὴ γέγονε παρὰ τοῖς δογματικοῖς διαφωνία περὶ τῶν μερῶν τῆς φιλοσοφίας, τῶν μὲν ἕν, τῶν δὲ δύο, τῶν δὲ τρία εἶναι λεγόντων, περὶ ἧς οὐκ ἂν εἴη προσῆκον πλείω διεξιέναι, τὴν δόξαν τῶν δοκούντων τελειότερον ἀνενῦν στράφθαι κατὰ τὸ ἴσον ἐκθέμενοι κατ’ αὐτὴν προσάξομεν τὸν λόγον.