Capítulo 4. δ′ Τί ἐστι σκέψις
[1.4.8] Ἒστι δὲ ἡ σκεπτικὴ δύναμις ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων καθ’ οἱονδήποτε τρόπον, ἀφ’ ἧς ἐρχόμεθα διὰ τὴν ἐν τοῖς ἀντικειμένοις πράγμασι καὶ λόγοις ἰσοσθένειαν τὸ μὲν πρῶατον [3] εἰς ἐποχήν, τὸ δὲ μετὰ τοῦτο εἰς ἀταραξίαν.
[1.4.9] ‘δύναμιν’ μὲν οὖν αὐτὴν καλοῦμεν οὐ κατὰ τὸ πε- [4] [5] ρίεργον ἀλλ’ ἀπλῶς κατὰ τὸ δύνασθαι· ‘φαινόμενα’ δὲ λαμβάνομεν νῦν τὰ αἰσθητά, διόπερ ἀντ’ ἀντιδιαστέλλομεν αὐτοῖς τὰ νοητά. τὸ δὲ ‘καθ’ οἱονδήποτε τρόπον’ δύναται προσαρμόζεσθαι καὶ τῇ δυνάμει, ἴνα ἁπλῶς τὸ τῆς δυνάμεως ὄνομα, ὧς εἰρήκαμεν, παραλαμβάνωμεν, καὶ τῷ ‘ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων’· ἐπεὶ γὰρ ποικίλως ἀντιτίθεμεν ταῦτα, ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλὰξ ἀντιτιθέντες, ἴνα πᾶσαι αἱ ἀντιθέσεις ἐμπεριέχωνται, λέγομεν ‘καθ’ οἱονδήποτε τρόπον’. ἢ ‘καθ’ οἱονδήποτε τρόπον φαινομένων τε καὶ νοουμένων’, ἴνα μὴ ζητῶμεν πῶς φαίνεται τὰ φαινόμενα ἢ πῶς νοεῖται τὰ νοούμενα, ἀλλ’ ἁπλῶς ταῦτα λαμβάνωμεν.
[1.4.10] ‘ἀντικειμένους’ δὲ λόγους παραλαμβάνομεν οὐχὶ πάντως ἀπόφασιν καὶ κατάφασιν, ἀλλ’ ἀπλῶς ἀντὶ τοῦ μαχινένους. ‘ἰσοσθενειαν’ δὲ λέγομεν τὴν κατὰ πίστιν καὶ ἀπιστίαν ἰσότητα, ὡς μηδένα μηδενὸς προκεῖσθαι τῶν μαχομένων λόγων ὡς πιστότερον. ‘ἐποχὴ δέ ἐστι στάσις διανοίας δι’ ἣν οὔτε αἴρομέν τι οὔτε τίθεμεν. ‘ἀταρακία’ δέ ἐστι ψυχῆς ἀοχλησία καὶ γαληνότης. πῶς δὲ τῇ ἐποχῇ συνεισέρχεται ἡ ἀταραξία, ἐν τοῖς περὶ τέλους (§ 25 — 30) ὑπομνήσομεν.