Capítulo 26. κς′ περὶ τοῦ ‘ἀκαταληπτῶ’ καὶ ‘οὐ κατ αλαμβάνω’
[1.26.201] Καὶ ἡ ‘ἀκαταληπτῶ’ δὲ καὶ ἡ ‘οὐ καταλαμβάνω’ φωνὴ πάθους οἰκείου ἐστὶ δηλωτική, καθ’ ὃ ἀφίσταται ὁ σκεπτικὸς ὡς πρὸς τὸ παρὸν τοῦ τιθέναι τι τῶν ζητουμένων ἀδήλων ἢ ἀναιρεῖν, ὡς ἔστι δῆλον ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν ἄλλων φωνῶν.