Capítulo 24. κδ′ περὶ τοῦ ‘πάντα ἐστὶν ἀόριστα᾿
[1.24.198] Καὶ ἡ ἀοριστία δὲ πάθος διανοίας ἐστί, καθ’ ὃ οὔτε αἴρομέν τι οὔτε τίθεμεν τῶν δογματικῶς ζητουμένων, τουτέστι τῶν ἀδήλων. ὅταν οὖν λέγῃ ὁ σκεπτικὸς ‘πάντα ἐστὶν ἀόριστα᾿ τὸ μὲν ‘ἔστι’ λαμβάνει ἀντὶ τοῦ ‘φαίνεσθαι αὐτῷ, πάντα δὲ λέγει οὐ τὰ ὄντα ἀλλ’ ἅπερ διεξῆλθε τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων ἀδήλων, ἀόριστα δὲ μὴ προύχοντα τῶν ἀντικειμένων ἢ κοινῶς μαχομένων κατὰ πίστιν ἢ ἀπιστίαν.
[1.24.199] καὶ ὥσπερ ὁ λέγων ‘περιπατῶ’ δυνά— [72] μει φησὶν ‘ἐγὼ περιπατῶ᾿, οὕτως ὁ λέγων ‘πάντα ἐστὶν ἀόριστα᾿ συσσημαίνει ‘καθ’ ἡμᾶς, ἢ ‘ὡς πρὸς ἐμὲ, ἢ ‘ὡς ἐμοὶ φαίνεται᾿, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‘ὅσα ἐπῆλθον τῶν <παρὰ τοῖς> δογματικοῖς ζητουμένων, τοιαῦτά μοι φαίνεται ὡς μηδὲν αὐτῶν τοῦ μαχομένου προύχειν μοι δοκεῖν κατὰ πίστιν ἢ ἀπιστίαν.