Pular para o conteúdo

Πυρρώνειοι ὑποτυπώσεις

Sexto Empírico · Capítulo 19. ιθ′ περὶ τῆς ῾οὐ μᾶλλον᾿ φωνῆς

Capítulo 19. ιθ′ περὶ τῆς ῾οὐ μᾶλλον᾿ φωνῆς

[1.19.188] Ταύτην τοίνυν ὁτὲ μὲν ὡς ἔφην προφερόμεθα, ὁτὲ δὲ οὕτως ῾οὐδὲν μᾶλλον᾿· οὐ γὰρ ὥς τινες ὐπολαμβάνουσι, τὴν μὲν ῾οὐ μᾶλλον᾿ ἐν ταῖς εἰδικαῖς ζητήσεσι παραλαμβάνομεν, τὴν δὲ ῾οὐδὲν μᾶλλον᾿ ἐν ταῖς γενικαῖς, ἀλλ᾿ ἀδιαφόρως τήν τε ῾οὐ μᾶλλον᾿ καὶ τὴν ῾οὐδὲν μᾶλλον᾿ προφερόμεθα, καὶ νῦν ὡς περὶ μιᾶς διαλεξόμεθα. μέθᾳ. ἔστι μὲν οὖν αὕτη ἡ φωνὴ ἐλλιπής. ὡς γὰρ ὅταν λέγωμεν ῾διπλῆ᾿, δυνάμει φαμὲν ῾διπλῆ᾿, καὶ ὅταν λέγέγωμεν ῾πλατεἱα᾿, δυνάμει λέγομεν ῾πλατεῖα ὁδός᾿, οὕτως ὅταν εἰπ́ωμεν ῾οὐ μᾶλλον,᾿ δυνάμει φαμὲν ‘οὐ μᾶλλον τόδε ἢ τόδε,

[1.19.189] ἄνω κάτω.’ τινὲς μέντοι τῶν σκεπτικῶν παραλαμβάνουσιν ἀντὶ πὐσματοςτὸ ῾οὐ᾿ (<ἀντὶ>τοῦ τί μᾶλλον τόδε ἢ τόδε, τὸ [70] τί παραλαμβάνοντες νῦν ἀντὶ αἰτίας), ἴν’ ᾖ τὸ λεγόμενον ‘διὰ τί μᾶλλον τόδε ἢ τόδε;’ σύνηθες δέ ἐστι καὶ πύσμασιν ἀντὶ ἀξιωμάτων χρῆσθαι, οἷον (Eur. Herc. fr. 1)

τίς τὸν Δῖός σύλλεκτρον οὐκ οἶδε βροτῶν;

καὶ ἀξιώμασιν ἀντὶ πυσμάτων, οἷον ‘ζητῶ ποῦ οἰκεῖ Δίων’ καὶ ‘πυνθάνομαι τίνος ἕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν.᾿ ἀλλὰ καὶ τὸ τί ἀντὶ τοῦ διὰ <τί> παραλαμβάνεται παρὰ Μενάνδρῳ· (fr. 900 Kock.)

τί γὰρ ἐγὼ κατελειπόμην;

δηλοῖ δὲ τὸ ‘οὐ μᾶλλον τόδε ἢ τόδε᾿ καὶ πάθος ἡμέτερον,

[1.19.190] καθ’ ὃ διὰ τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων πραγμάτων εἰς ἀρρεψίαν καταλήγομεν, ἰσοσθένειαν μὲν λεγόντων ἡμῶν τὴν <ἰσότητα τὴν> κατὰ τὸ φαινόμενον ἡμῖν πιθανόν, ἀντικείμενα δὲ κοινῶς τὰ μαχόμενα, ἀρρεψίαν δὲ τὴν πρὸς μηδέτερον συγκατάθεσιν.

[1.19.191] ἡ γοῦν ‘οὐδὲν μᾶλλον᾿ φωνὴ κἂν ἐμφαίνῃ χαρακτῆρα συγκαταθέσεως ἢ ἀρνήσεως, ἡμεῖς οὐχ οὕτως αὐτῇ χρώμεθα, ἀλλ’ ἀδιαφόρως αὐτὴν παραλαμβάνομεν καὶ καταχρηστικῶς, ἤτοι ἀντὶ πύσματος ἢ ἀντὶ τοῦ λέγειν ‘ἀγνοῶ τίνι μὲν τούτων χρὴ συγκατατίθεσθαι, τίνι δὲ μὴ᾿ [συγκατατίθεσθαι]. πρόκειται <γὰρ> ἡμῖν δηλῶσαι τὸ φαινόμενον ἡμῖν· κατὰ δὲ τὴν φωνὴν δι’ ἧς αὐτὸ δηλοῦμεν ἀδιαφοροῦμεν. κἀκεῖνο δὲ χρὴ γινώσκειν, ὅτι προφερόμεθα τὴν ‘οὐδὲν μᾶλλον᾿ φωνὴν οὐ διαβεβαιούμενοι περὶ τοῦ πάντως ὑπάρχειν αὐτὴν ἀληθῆ καὶ βεβαίαν, ἀλλὰ κατὰ τὸ φαινόμενον ἡμῖν καὶ περὶ αὐτῆς λέγοντες.