Livro 6
[6.1] Ἡ μουσικὴ λέγεται τριχῶς, καθʼ ἕνα μέν τρόπον ἐπιστήμη τις περὶ μελῳδίας καὶ φθόγγους καὶ ῥυθμοποιίας καὶ τὰ παραπλήσια καταγιγνομένη πράγματα, καθὸ καὶ Ἀλριστόξενον τὸν Σπινθάρου λέγομεν εἶναι μουσικόν, καθʼ ἕτερον δὲ ἡ περὶ ὀργανικὴν ἐμπειρία, ὡς ὅταν τοὺς μέν αὐλοῖς καὶ ψαλτηρίοις χρωμένους μουσικοὺς ὀνομάζωμεν, τὰς δέ ψαλτρίας μουσικάς. ἀλλὰ κυρίως κατ᾿ αὐτὰ τὰ σημαινόμενα καὶ παρὰ πολλοῖς λέγεται μουσική·
[6.2] καταχρηστικώτερον δὲ ἐνίοτε προσαγορεύειν εἰώθαμεν τῷ αὐτῷ ὀνόματι καὶ τὴν ἔν τινι πράγματι κατόρθωσιν. οὕτω γοῦν μεμουσωμένον τι ἔργον φαμέν, κἂν ζωγραφίας μέρος ὑπάρχῃ, καὶ μεμουσῶσθαι τὸν ἐν τούτῳ κατορθώσαντα ζωγράφον.
[6.3] ἀλλὰ δὴ κατὰ τοσούτους τρόπους νοουμένης τῆς μουσικῆς, πρόκειται νῦν ποιεῖσθαι τὴν ἀντίρρησιν οὐ μὰ Δία πρὸς ἄλλην τινὰ ἢ πρὸς τὴν κατὰ τὸ πρῶτον νοουμένην σημαινόμενον αὕτη γὰρ καὶ ἐντελεστάτη παρὰ τὰς ἄλλας μουσικὰς δοκεῖ καθεστηκέναι.
[6.4] τῆς δὲ ἀντιρῥήσεως, καθάπερ καὶ ἐπὶ γραμματικῆς, διττόν ἐστι | τὸ εἶδος. οἱ μέν οὖν δογματικώτερον ἐπεχείρησαν διδάσκειν ὅτι οὐκ ἀναγκαῖόν ἐστι μάθημα πρὸς εὐδαιμονίαν μουσική, ἀλλὰ βλαπτικὸν μᾶλλον, καὶ τοῦτο δείκνυσθαι ἔκ τε τοῦ διαβάλλεσθαι τὰ πρὸς τῶν μουσικῶν λεγόμενα καὶ ἐκ τοῦ τοὺς προηγουμένους λόγους ἀνασκευῆς ἀξιοῦσθαι·
[6.5] οἱ δὲ ἀπορητικώτερον πάσης ἀποστάντες τῆς τοι- [278] [279] αύτης ἀντιρρήσεως ἐν τῷ σαλεύειν τὰς ἀρχικὰς ὑποθέσεις τῶν μουσικῶν ᾠήθησαν καὶ τὴν ὅλην ἀνῃρῆσθαι μουσικήν.
[6.6] ὅθεν καὶ ἡμεῖς ὑπέρ τοῦ μὴ δοκεῖν τι τῆς διδασκαλίας χρεωκοπτεῖν, τὸν ἑκατέρου δόγματος ἀπορήματος χαρακτῆρα κεφαλαιωδέστερον ἐφοδεύσομεν (§§ 19 — 37 et 38— 67), μήτε ἐν τοῖς παρέλκουσιν ὑπερεκπίπτοντες εἰς μακρὰς διεξόδους μήτε ἐν τοῖς ἀναγκαμιοτέροις ὑστεροῦντες πρὸς τὴν τῶν ἐπειγόντων ἔκθεσιν, ἀλλὰ μέσην καὶ μεμετρημένην κατὰ τὸ δυνατὸν ποιούμενοι τὴν διδασκαλίαν.
[6.7] Τάξει δὲ ἀρχέτω πρῶτον τὰ ὑπέρ μουσικῆς παρὰ τοῖς πολλοῖς εἰωθότα θρυλεῖσθαι. εἴπερ τοίνυν, φασί, φιλοσοφίαν ἀποδεχόμεθα σωφρονίζουσαν τὸν ἀνθρώπινον βίον καὶ τὰ ψυχικὰ πάθη καταστέλλουσαν, πολλῷ μᾶλλον ἀποδεχόμεθα τὴν μουσικήν, ὅτι οὐ βιαστικώτερον ἐπιτάττουσα ἡμῖν ἀλλὰ μετὰ θελγούσης τινὸς πειθοῦς τῶν αὐτῶν ἀποτελεσμάτων περιγίνεται ὧνπερ καὶ ἡ φιλοσοφία.
[6.8] ὁ γοῦν Πυθαγόρας μειράκια ὑπὸ μέθης ἐκβεβακχευμένα ποτέ θεασάμενος ὡς μηδὲν τῶν μεμηνότων διαφέρειν, παρῄνεσε τῷ συνεπικωμάζοντι τούτοις αὐλητῇ τὸ σπονδεῖον αὐτοῖς ἐπαυλῆσαι μέλος τοῦ δέ τὸ προσταχθὲν ποιήσαντος οὕτως αἰφνίδιον μεταβαλεῖν σωυφρονισθέντας ὡς εἰ καὶ τὴν ἀρχὴν ἔνηφον.
[6.9] οἵ τε τῆς Ἑλλάδος ἡγούμενοι καὶ ἐπʼ ἀνδρείᾳ διαβόητοι Σπαρτιᾶται μουσικῆς ἀεί ποτε στρατηγούσης αὐτῶν ἐπολέμουν. καὶ οἱ ταῖς Σόλωνος χράμενοι παραινέσεσι πρὸς αὐλὸν καὶ λύραν παρε τάσσοντο, ἔνρυθμον ποιούμενοι τὴν ἐνόπλιον κίνησιν.
[6.10] καὶ μὴν ὥσπερ σωφρονίζει μέν τούς ἄφρονας ἡ μουσική, εἰς [280] [281] ἀνδρείαν δέ προτρέπει τοὺς δειλοτέρους, οὕτω καὶ παρηγορεῖ τούς ὑπʼ ὀργῆς ἐκκαιομένους. ὁρῶμεν γοῦν ὡς καὶ ὁ παρὰ τῷ ποιητῇ μηνίων Ἀχιλλεὺς καταλαμβάνεται ὑπὸ τῶν ἐξαποσταλέντων πρεσβευτῶν (l 186)
φρένα τερπόμενος φόρμιγγι λιγείῃ
καλῇ δαιδαλέῃ ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν.
τὴν ἕλετʼ ἐξ ἐνάρων, πόλιν Ἠετίωνος ὀλέσσας.
τῇ ὅ γε θυμὸν ἔτερπεν,
ὡς ἂν σαφῶς γινώσκων τὴν· μουσικὴν πραγματείαν μάλιστα δυναμένην περιγίνεσθαι τῆς περὶ αὐτὸν διαθέσεως. καὶ μὴν διʼ ἔθους ἦν καὶ τοῖς ἄλλοις ἥρωσιν,
[6.11] εἴ ποτε ἀποδημοῖεν καὶ μακρὸν πλοῦν στέλλοιντο, ὡς πιστοτάτους φύλακας καὶ σωφρονιστῆρας τῶν γυναικῶν αὑτῶν ἀπολείπειν τοὺς μουσικούς. Κλυταιμνήστρᾳ γέ τοι παρῆν ἀοιδός, ᾧ πολλὰ ἐπέτελλεν Ἀγαμέμνων περὶ τῆς κατὰ ταύτην σωφροσύνης.
[6.12] ἀλλʼ ὁ Αἴγισθος πανοῦργος ὢν αὐτίκα τὸν ἀοιδὸν τοῦτον (γ 270)
ἄγων εἰς νῆσον ἐρήμην
κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι
εἶθ᾿ οὕτως ἀφύλακτον λαβὼν τὴν Κλυταιμνήστραν διέφθειρεν, προτρεψάμενος αὐτὴν ἐπιθέσθαι τῇ ἀρχῇ τοῦ Ἀγαμέμνονος.
[6.13] οἵ τε μέγα δυνηθέντες ἐν φιλοσοφίᾳ, καθάπερ καὶ Πλάτων, τὸν σοφὸν ὅμοιόν φασιν εἶναι τῷ μουσικῷ, τὴν ψυχὴν ἡρμοσμένην ἔχοντα. καθὸ καὶ Σωκράτης καίπερ βαθυγήρως ἤδη γεγονὼς οὐκ ᾐδεῖτο πρὸς Λάμπωνα τὸν κιθαριστὴν φοιτῶν, καὶ πρὸς τὸν ἐπὶ τούτῳ ὀνειδίσαντα λέγειν ὅτι κρεῖττόν ἐστιν ἀψιμαθῆ μᾶλλον | ἢ ἀμαθῆ διαβάλλεσθαι.
[6.14] οὐ χρὴ μέντοι, φασίν, ἀπὸ τῆς νῦν ἐπιτρίπτου καὶ κατεαγυίας μουσικῆς τὴν πα- [282] [283] λαιὰν διασύρειν, ὅτε καὶ Ἀθηναῖοι πολλὴν πρόνοιαν σωψροσύνης ποιούμενοι καὶ τὴν σεμνότητα τῆς γε μουσικῆς κατειληφότες ὡς ἀναγκαιότατον αὐτὴν μάθημα τοῖς ἐκγόνοις παρεδίδοσαν.
[6.15] καὶ τούτου μάρτυς ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, λέγων (Teleclid. f. 1 Kock et Aristoph. nub. 963)
λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον.
πρότερον γὰρ ἔδει παιδὸς φωνὴν γρύσαντος μηδένʼ
ἀκοῦσαι,
εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ.
ὅθεν εἰ καὶ κεκλασμένοις τισὶ μέλεσι νῦν καὶ γυναικώδεσι ῥυθμοῖς θηλύνει τὸν νοῦν ἡ μουσική, οὐδὲν τοῦτο πρὸς τὴν ἀρχαίαν καὶ ἔπανδρον μουσικήν.
[6.16] εἴπερ τε ἡ ποιητικὴ βιωφελής ἐστι, ταύτην δέ φαίνεται κοσμεῖν ἡ μουσικὴ μερίζουσα καὶ ἐπῳδὸν παρέχουσα, χρειώδης γενήσεται ἡ μουσική. ἀμέλει γέ τοι καὶ οἱ ποιηταὶ μελοποιοὶ λέγονται, καὶ τὰ Ὁμήρου ἔπη τὸ πάλαι πρὸς λύραν ᾔδετο.
[6.17] ὡσαύτως δέ καὶ τὰ παρὰ τοῖς τραγικοῖς μέλη καὶ στάσιμα, φυσικόν τινα ἐπέχοντα λόγον, ὁποῖά ἐστι τὰ οὕτω λεγόμενα· (Eurip. fr. 839 Nauck)
γαῖα μεγίστη καὶ Διὸς αἰθήρ,
ὁ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ,
ἡ δʼ ὑγροβόλους σταγόνας νοτίας
παραδεξαμένη τίκτει θνατούς,
τίκτει δὲ βορὰν φῦλά τε θηρῶν,
ὅθεν οὐκ ἀδίκως
μήτηρ πάντων νενόμισται.
[6.18] καθόλου γὰρ οὐ μόνον χαιρόντων ἐστὶν ἄκουσμα, ἀλλʼ ἐν ὕμνοις καὶ εὐχαῖς καὶ θεῶν θυσίαις ἡ μουσική διὰ δὲ τοῦτο καὶ ἐπὶ τὸν τῶν ἀγαθῶν ζῆλον τὴν διάνοιαν | προ- [284] [285] τρέπεται. ἀλλὰ καὶ λυπουμένων παρηγόρημα· ὅθεν καὶ τοῖς πενθοῦσιν αὐλοῖς μελῳδοῦσιν οἱ τὴν λύπην αὐτῶν ἐπικουφίζοντες.
[6.19] Τοιαῦτα μέν ὑπέρ μουσικῆς λέγεται δὲ πρὸς ταῦτα τὸ μέν πρῶτον ὅτι οὐκ ἔστιν ἐκ προχείρου διδόμενον τὸ φύσει τῶν μελῶν τὰ μὲν εἶναι διεγερτικὰ τῆς ψυχῆς τὰ δὲ κατασταλτικά. παρὰ γὰρ τὴν ἡμετέραν δόξαν τὸ τοιοῦτο γίνεται. ὥσπερ γὰρ ὁ τῆς βροντῆς κτύπος, καθὰ φασιν Ἐπικουρείων παῖδες, οὐ θεοῦ τινος ἐπιφάνειαν σημαίνει ἀλλὰ τοῖς ἰδιώταις καὶ δεισιδαίμοσι τοιοῦτος εἶναι δοξάζεται,
[6.20] ἐπεὶ καὶ ἄλλων σωμάτων ἐπʼ ἴσης ἀλλήλοις προσκρουσάντων ὅμοιος ἀποτελεῖται κτύπος, ὥσπερ καὶ μύλου περιαγομένου ἢ χειρῶν συμπαταγουσῶν, τὸν αὐτὸν τρόπον καὶ τῶν κατὰ μουσικὴν μελῶν οὐ φύσει τὰ μέν τοῖά ἐστι τὰ δέ τοῖα, ἀλλʼ ὑφʼ ἡμῶν προσδοξάζεται. τὸ αὐτὸ γοῦν μέλος τῶν μὲν ἵππων διεγερτικόν ἐστι, τῶν δὲ ἀνθρώπων ἐν θεάτροις ἀκουόντων οὐδαμῶς. καὶ τῶν ἵππων δέ τάχα οὐ διεγερτικόν ἐστιν ἀλλὰ ταρακτικόν. εἶτα κἂν τοιαῦτα ᾖ τὰ τῆς μουσικῆς μέλη,
[6.21] οὐ διὰ τοῦτο καὶ ἡ μουσικὴ βιωφελὴς καθέστηκεν. οὐ γὰρ ὅτι δύναμιν ἔχει σωφρονιστικήν, καταστέλλει τὴν διάνοιαν, ἀλλὰ ᾗ περισπαστικήν παρὸ καὶ ἡσυχασθέντων πως τῶν τοιούτων μελῶν πάλιν ὁ νοῦς, ὡς ἂν μὴ θεραπευθεὶς ὑπʼ αὐτῶν, ἐπὶ τὴν ἀρχῆθεν ἀνακάμπτει διάνοιαν.
[6.22] ὅνπερ οὖν τρόπον ὁ ὕπνος ἢ ὁ οἶνος οὐ λύει τὴν λύπην ἀλλʼ ὑπερτίθεται, κάρον ἐμποιῶν καὶ ἔκλυσιν καὶ λήθην, οὕτω τὸ ποιὸν μέλος οὐ καταστέλλει λυπουμέ ην ψυχὴν ἢ περὶ ὀργὴν σεσοβημένην τὴν διάνοιαν, ἀλλʼ εἴπερ, περισπᾷ.
[6.23] ὅ τε Πυθαγόρας τὸ μὲν πρῶτον μάταιος ἦν, τοὺς μεθύοντας ἀκαίρως σωφρονίζειν βουλόμενος ἀλλὰ μὴ ἐκκλίνων· [286] εἶτα καὶ τούτῳ τῷ τρόπῳ ἐπανορθούμενος αὐτοὺς ὁμολογεῖ πλεῖόν τι δύνασθαι τῶν φιλοσόφων πρὸς ἐπανόρθω- |σιν ἠθῶν τούς αὐλητάς.
[6.24] τό τε τούς Σπαρτιάτας πρὸς αὐλὸν καὶ λύραν πολεμεῖν τοῦ μικρῷ πρότερον εἰρημένου τεκμήριόν ἐστιν, ἀλλ οὐχὶ τοῦ βιωφελῆ τυγχάνειν τὴν μουσικήν. καθάπερ δ᾿ οἱ ἀχθοφοροῦντες ἢ ἐρέσσοντες ἢ ἄλλο τι τῶν ἐπιπόνων δρῶντες ἔργων κελεύουσιν εἰς τὸ ἀνθέλκειν τὸν νοῦν ἀπὸ τῆς κατὰ τὸ ἔργον βασάνου, οὕτω καὶ 〈οἱ〉 αὐλοῖς σάλπιγξιν ἐν πολέμοις χρώμενοι οὐ διὰ τὸ ἔχειν τι τῆς διανοίας ἐπεγερτικὸν τὸ μέλος καὶ ἀνδρικοῦ λήματος αἴτιον ὑπάρχειν τοῦτο ἐμηχανήσαντο, ἀλλʼ ἀπὸ τῆς ἀγωνίας καὶ ταραχῆς ἀνθέλκειν ἑαυτούς σπουδάσαντες, εἴγε καὶ στρόμβοις τινές τῶν βαρβάρων βουκινίζοντες καὶ τυμπάνοις κτυποῦντες πολεμοῦσιν ἀλλʼ οὐδὲν τούτων ἐπʼ ἀνδρείαν προτρέπεται.
[6.25] τὰ δέ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ μηνίοντος Ἀχιλλέως· καίτοι ἐρωτικοῦ ὄντος καὶ ἀκρατοῦς οὐ παράδοξον τὴν μουσικὴν σπουδάζεσθαι.
[6.26] νὴ Δίʼ, ἀλλὰ καὶ οἱ ἥρωες τὰς ἑαυτῶν γυναῖκας ᾠδοῖς τισὶν ὡς σώφροσι φύλαξι παρακατετίθεντο, καθάπερ ὁ Ἀγαμέμνων τὴν Κλυταιμνήστραν. ταῦτα δὲ ἤδη μυθολογούντων ἐστὶν ἀνδρῶν, εἶτα καὶ παρὰ πόδας αὑτοὺς διελεγχόντων· πῶς γάρ, εἴπερ μουσικὴ περὶ τῆς τῶν παθῶν ἐπανορθώσεως ἐπιστεύετο, τὸν μὲν Ἀγαμέμνονα ἡ Κλυταιμνήστρα ἐπὶ τῆς ἰδίας ἑστίας κατέκτανεν ὥσπερ βοῦν ἐπὶ φάτνῃ (Hom. λ 41 1), εἰς δέ τούς Ὀδυσσέως οἴκους ἡ Πηνελόπη ὄχλον ἄσωτον ἐπιδέχεται μειρακίων, ἀεὶ δέ τὰς ἐπιθυμίας αὐτῶν ἐλπιδοκοποῦσα καὶ παρούξουσα μοχθηρότερον καὶ χαλεπώτερον τῆς ἐπὶ Ἴλιον στρατείας τὸν ἐν Ἰθάκῃ πόλεμον ἤγειρε τῷ γήμαντι;
[6.27] καὶ μὴν 〈οὐκ〉 εἰ [οὔτε] οἱ περὶ τὸν Πλάτωνα μουσικὴν ἀπεδέξαντο, ῥητέον [οὐ] πρὸς εὐδαιμονίαν αὐτὴν συντείνειν, ἐπεὶ καὶ ἄλ- [287] [288] λοι μὴ λειπόμενοι τῆς τούτων ἀξιοπιστίας, καθάπερ οἱ περὶ τὸν Ἐπίκουρον, ἠρνήσαντο ταύ |την τὴν ἀντιποίησιν, λέγοντες τοὐναντίον αὐτὴν ἀσύμφορον εἶναι καὶ (Eurip. fr. 184 Nauck)
ἀργήν, φίλοινον, χρημάτων ἀτημελῆ.
[6.28] εὐήθεις δέ εἰσι καὶ οἱ τὴν ἀπὸ ποιητικῆς χρείαν συμπλέκοντες αὐτῇ πρὸς εὐχρηστίαν, ἐπείπερ δύναται μέν τις, ὡς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς (M I 277 sq. 298) ἐλέγομεν, ἀνωφελῆ διδάσκειν τὴν ποιητικήν, οὐδὲν δὲ ἔλαττον κἀκεῖνο δεικνύναι ὅτι ἡ μὲν μουσικὴ περὶ μέλος καταγινομένη μόνον τέρπειν πέφυκεν, ἡ δέ ποιητικὴ καὶ περὶ διάνοιαν καταγίνομένη δύναται συνωφελεῖν τε καὶ σωφρονίζειν.
[6.29] Ἀλλʼ ὁ μὲν πρὸς τὰ ἐγκεχειρημένα λόγος ἐστὶ τοιοῦτος· προηγουμένως δέ λέγεται [καὶ] κατὰ μουσικῆς ὡς εἴπερ ἐστὶ χρειώδης, ἤτοι κατὰ τοῦτο λέγεται χρειοῦν παρόσον 〈ὁ〉 μουσικευσάμενος πλεῖον παρὰ τοὺς ἰδιώτας τέρπεται πρὸς μουσικῶν ἀκροαμάτων, ἢ παρόσον οὐκ ἔστιν ἀγαθούς γενέσθαι μὴ προπαιδευθέντας ὑπʼ αὐτῶν,
[6.30] ἢ τῷ τὰ αὐτὰ στοιχεῖα τυγχάνειν τῆς μουσικῆς καὶ 〈τῆς〉 τῶν κατὰ φιλοσοφίαν πραγμάτων εἰδήσεως, ὁποῖόν τι καὶ περὶ γραμματικῆς ἀνώτερον (M I 300?) ἐλέγομεν· ἢ τῷ κατὰ ἁρμονίαν διοικεῖσθαι τὸν κόσμον, καθὼς φάσκουσι Πυθαγορικῶν παῖδες, δέεσθαί τε ἡμᾶς τῶν μουσικῶν θεωρημάτων πρὸς τὴν τῶν ὅλων εἴδησιν, ἢ τῷ τὰ ποιὰ μέλη ἠθοποιεῖν τὴν ψυχήν.
[6.31] οὔτε δὲ τῷ τοὺς μουσικοὺς πλέον τέρπεσθαι παρὰ τοὺς ἰδιώτας ἀπὸ τῶν ἀκροαμάτων λέγοιτ ᾿ ἂν χρειοῦν ἡ μουσική. πρῶτον μέν γὰρ οὐκ ἀναγκαία ἰδιώταις ἡ τέρψις καθάπερ αἱ ἐπὶ λιμῷ ἢ δέψει ἢ κρύει γινόμεναι ὑπὸ πόματος ἢ ἀλέας·
[6.32] εἶτα κἂν τῶν [289] [290] ἀναγκαίων ὑπάρχωσι, δυνάμεθα χωρὶς μουσικῆς ἐμπειρίας αὐτῶν ἀπολαύειν. νήπια γοῦν ἐμμελοῦς μινυρίσματος κατακούοντα κοιμίζεται, καὶ τὰ ἄλογα τῶν ζῴων ὑπὸ αὐλοῦ καὶ σύριγγος κη |λεῖται, οἵ τε δελφῖνες, ὡς λόγος, αὐλῶν μελῳδίαις τερπόμενοι προσνήχονται τοῖς ἐρεσσομένοις σκάφεσιν ὧν οὐδὲ ὁπότερον ἔοικε μουσικῆς ἔχειν ἐμπειρίαν ἢ ἔννοιαν.
[6.33] καὶ διὰ τοῦτο μή ποτε, ὃν τρόπον χωρὶς ἀψαρτυτικῆς καὶ οἰνογευστικῆς ἡδόμεθα ὄψου ἢ οἴνου γευσάμενοι, ὧδε καὶ χωρὶς μουσικῆς ἡσθείημεν ἂν τερπνοῦ μέλους ἀκούσαντες, τοῦ μὲν ὅτι τεχνικῶς γίνεται 〈τοῦ τεχνίτου〉 μᾶλλον παρὰ τὸν ἰδιώτην ἀντιλαμβανομένου, τοῦ δέ ἡστικοῦ πάθους μηδὲν πλείω κερδαίνοντος.
[6.34] ὥστε οὐχ αἱρετὸν μουσικὴ παρόσον τοὺς εἰδήμονας αὐτῆς ἐπὶ πλεῖον τέρπεσθαι συμβέβηκεν. καὶ μὴν οὐδὲ τῷ προοδοποιεῖν τὴν ψυχὴν εἰς σοφίαν· ἀνάπαλιν γὰρ ἀντικόπτει καὶ ἀντιβαίνει πρὸς τὸ τῆς ἀρετῆς ἐφίεσθαι, εὐαγώγους εἰς ἀκολασίαν καὶ λαγνείαν παρασκευάζουσα τοὺς νέους,
[6.35] ἐπείπερ ὁ μουσικευσάμενος (Eurip. fr. 187 Nauck)
μολπαῖσιν ἡσθεὶς τοῦτ᾿ ἀεὶ θηρεύεται·
ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,
φίλοισι τ᾿ οὐθείς, ἀλλʼ ἄφαντος οἴχεται,
ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.
[6.36] κατὰ ταὐτὰ δὲ οὐδὲ 〈ἐκ τοῦ〉 ἀπὸ τῶν αὐτῶν στοιχείων ὁρμᾶσθαι ταύτην τε καὶ φιλοσοφίαν εἰσακτέον τὸ κατʼ αὐτὴν χρειῶδες, ὡς αὐτόθεν ἐστὶ συμφανές. λείπεται ἄρα τῷ καθʼ ἁρμονίαν τὸν κόσμον διοικεῖσθαι ἢ τῷ ἠθοποιοῖς μέλεσι κεχρῆσθαι χρειώδη πρὸς εὐδαιμονίαν λέγειν αὐτὴν τυγχάνειν. ὧν τὸ μέν τελευταῖον ἤδη (§ 28) [291] [292] διαβέβληται ὡς οὐχ ὑπάρχον ἀληθές,
[6.37] τὸ δὲ κατὰ ἁρμονίαν διοικεῖσθαι τὸν κόσμον ποικίλως δείκνυται ψεῦδος, εἶτα καὶ ἂν ἀληθὲς ὑπάρχῃ, οὐδὲν τοιοῦτο δύναται πρὸς μακαριότητα, καθάπερ οὐδὲ ἡ ἐν τοῖς ὀργάνοις ἁρμονία.
Ἀλλὰ τὸ μέν πρῶτον εἶδος τῆς πρὸς τοὺς μουσικοὺς ἀντιρρήσεως τοιουτότροπόν ἐστιν,
[6.38] τὸ δὲ δεύτερον καὶ τῶν |τῆς μουσικῆς ἀρχῶν καθαπτόμενον πραγματικωτέρας μᾶλλον ἔχεται ζητήσεως. οἷον ἐπεὶ ἡ μουσικὴ ἐπιστήμη τίς ἐστιν ἐμμελῶν τε καὶ ἐκμελῶν ἐνρύθμων τε καὶ ἐκρύθμων, πάντως ἐὰν δείξωμεν ὅτι οὔτε τὰ μέλη ὑποστατά ἐστιν οὔτε οἱ ῥυθμοὶ τῶν ὑπαρκτῶν πραγμάτων τυγχάνουσιν, ἐσόμεθα παρεστακότες καὶ τὴν μουσικὴν ἀνυπόστατον. λέγωμεν δέ πρῶτον περὶ μελῶν καὶ τῆς τούτων ὑποστάσεως, μικρὸν ἄνωθεν κσταρξάμενοι.
Ὅρος φωνῆς
[6.39] Φωνὴ τοίνυν ἐστίν, ὡς ἄν τις ἀναμφισβητήτως ἀποδοίη, τὸ ἴδιον αἰσθητὸν ἀκοῆς καθάπερ γὰρ μόνης ὁράσεως ἔργον ἐστὶ τὸ χρωμάτων ἀντιλαμβάνεσθαι καὶ μόνης ὀσφρήσεως τὸ εὐωδῶν καὶ δυσωδῶν ἀντιποιεῖσθαι καὶ ἤδη γεύσεως τὸ γλυκέων ἢ πικρῶν αἰσθάνεσθαι, οὕτω γένοιτʼ ἂν ἴδιον αἰσθητὸν ἀκοῆς ἡ φωνή.
[6.40] τῆς δὲ φωνῆς ἡ μέν τίς ἐστιν ὀξεῖα ἡ δὲ βαρεῖα, μεταφορικώτερον ἀπὸ τῶν περὶ τὴν ἁφὴν αἰσθητῶν ἑκατέρου τούτων λαμβάνοντος τὴν προσηγορίαν καθάπερ γὰρ τὸ κεντοῦν καὶ τέμνον τὴν ἁφὴν ὀξὺ προσηγόρευσεν ὁ βίος καὶ τὸ θλάσιν ἐμποιοῦν καὶ πιέζον βαρύ, τὸν αὐτὸν τρόπον καὶ τῆς φωνῆς τὴν μέν οἱονεὶ τέμνουσαν τὴν ἀκοὴν ὀξεῖαν, τὴν δὲ ὥσπερ θλῶσαν βαρεῖαν.
[6.41] καὶ οὐ ξένον 〈εἰ〉 ὥσπερ φαιάν τινα καὶ μέλαιναν καὶ λευκὴν φωνὴν ἀπὸ τῶν πρὸς τὴν ὅρασιν αἰσθητῶν κεκλήκαμεν, ὧδε καὶ ἀπὸ τῶν πρὸς [293] [294] τὴν ἁφὴν ἐχρησάμεθά τισι μεταφοραῖς. ὅταν μὲν οὖν ἐπʼ ἴσης ἐκφέρηται ἡ φωνὴ καὶ ὑπὸ μίαν τάσιν, ὡς μηδένα περισπασμὸν γίνεσθαι τῆς αἰσθήσεως ἤτοι ἐπὶ τὸ βαρύτερον ἢ τὸ ὀξύτερον, τότε ὁ τοιοῦτος ἦχος φθόγγος καλεῖται, παρὸ καὶ οἱ μουσικοὶ ὑπογράφοντές φασι
Ὅρος φθόγνου
[6.42] ‘φθόγγος ἐστὶν ἐμμελοῦς φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν.’ τῶν δέ φθόγγων οἱ μέν εἰσιν ὁμόφωνοι οἱ δέ οὐχ ὁμόφωνοι, καὶ ὁμόφωνοι μέν οἱ μὴ διαφέροντες ἀλλήλων κατ᾿ ὀξύτητα καὶ βαρύτητα, οὐχ ὁμόφωνοι δέ οἱ μὴ οὕτως ἔχοντες.
[6.43] |τῶν δέ ὁμοφώνων, ὡς καὶ τῶν οὐχ ὁμοφώνων, τινές μέν ὀξεῖς τινές δέ βαρεῖς καλοῦνται, καὶ πάλιν τῶν οὐχ ὁμοφώνων οἱ μὲν διάφωνοι προσαγορεύονται οἱ δὲ σύμφωνοι, καὶ διάφωνοι μέν οἱ ἀνωμάλως καὶ διεσπασμένως τὴν ἀκοὴν κινοῦντες, σύμφωνοι δέ οἱ ὁμαλώτερον καὶ ἀμερίστως.
[6.44] σαφέστερον δέ μᾶλλον ἔσται τὸ ἑκατέρου γένους ἰδίωμα τῇ ἀπὸ τῶν πρὸς γεῦσιν ποιοτήτων μεταβάσει χρησαμένων ἡμῶν. ὥσπερ τοίνυν τῶν γευστῶν τὰ μὲν τοιαύτην ἔχει κρᾶσιν ὥστε μονοειδῶς καὶ λείως κινεῖν τὴν αἴσθησιν, ὁποῖον τὸ οἰνόμελι καὶ ὑδρόμελι, τὰ δέ οὐχ ὡσαύτως οὐδὲ ὁμοίως, καθάπερ τὸ ὀξύμελι (ἑκάτερον γὰρ τούτων τῶν μιγμάτων τὴν ἴδιον ἐντυποῖ ποιότητα τῇ γεύσει), οὕτω τῶν φθόγγων διάφωνοι μέν εἰσιν οἱ ἀνωμάλως τὴν ἀκοὴν καὶ διεσπασμένως κινοῦντες, σύμφωνοι δὲ οἱ ὁμαλώτεροι. ἀλλὰ γὰρ ἡ μὲν διαφορὰ τῶν φθόγγων τοιαύτη τίς ἐστι παρὰ μουσικοῖς·
[6.45] περιγράφεται δέ τινα πρὸς τούτων διαστήματα, καθʼ ὁ καὶ ἡ φωνὴ κινεῖται ἤτοι ἐπὶ τὸ ὀξύτερον ἀναβαίνουσα ἤ ἐπὶ τὸ βαρύτερον ἀνιεμένη. παρʼ ἣν αἰτίαν κατὰ τὸ ἀνάλογον τῶν διαστημάτων τούτων τὰ μέν σύμφωνα τὰ δὲ διάφωνα προσηγόρευται,
[6.46] καὶ σύμφωνα μὲν ὁπόσα ὑπὸ συμφώνων [295] [296] φθόγγων περιέχεται, διάφωνα δὲ ὁπόσα ὑπὸ διαφώνων. τῶν δέ συμφώνων διαστημάτων τὸ μὲν πρῶτον καὶ ἐλάχιστον διὰ τεσσάρων οἱ μουσικοὶ προσαγορεύουσι, τὸ δὲ μετὰ τοῦτο μεῖζον διὰ πέντε, καὶ τοῦ διὰ πέντε μεῖζον τὸ διὰ πασῶν.
[6.47] πάλιν τε τῶν διαφώνων διαστημάτων ἐλάχιστον μέν ἐστι καὶ πρῶτον παρʼ αὐτοῖς ἡ καλουμένη δίεσις, δεύτερον δὲ τὸ ἡμιτόνιον, ὅ ἐστι διπλοῦν τῆς διέσεως, τρίτον ὁ τόνος, ὅς ἐστι διπλασίων τοῦ ἡμιτονίου.
[6.48] οὐ μὴν ἀλλʼ ὃν τρόπον ἅπαν διάστημα κατὰ μουσικὴν ἐν φθόγγοις ἔχει τὴν ὑπόστασιν, οὕτω καὶ πᾶν ἦθος. τὸ δʼ ἔστι τι γένος μελῳδίας. καθὰ γὰρ τῶν ἀνθρωπίνων ἦθῶν |τινὰ μέν ἐστι σκυθρωπὰ καὶ στιβαρώτερα, ὁποῖα τὰ τῶν ἀρχαίων ἱστοροῦσιν, τὰ δὲ εὐένδοτα πρὸς ἔρωτας καὶ οἰνοφλυγίας καὶ ὀδυρμοὺς καὶ οἰμωγάς, οὕτω τὶς μέν μελῳδία σεμνά τινα καὶ ἀστεῖα ἐμποιεῖ τῇ ψυχῇ κινήματα, τὶς δέ ταπτεινότερα καὶ ἀγεννῆ.
[6.49] καλεῖται δὲ κατὰ κοινὸν ἡ τοιουτότροπος μελῳδία τοῖς μουσικοῖς ἦθος ἀπὸ τοῦ ἤθους εἶναι ποιητική, καθάπερ καὶ τὸ χλωρὸν δέος τὸ χλωροποιόν, καὶ τὸ ‘νότοι βαρυήκοοι ἀχλυώδεις καρηβαρικοὶ νωθροὶ διαλυτικοί’ ἀντὶ τοῦ τούτων δραστικοί.
[6.50] τῆς δέ κοινῆς μελῳδίας ταύτης τὸ μέν τι χρῶμα λέγεται τὸ δὲ ἁρμονία τὸ δὲ διάτονον, ὧν ἡ μὲν ἁρμονία αὐστηροῦ τινος ἤθους καὶ σεμνότητος κατασκευαστική πως ὑπῆρχεν, τὸ δὲ χρῶμα λιγυρόν τί ἐστι καὶ θρηνῶδες, τὸ δέ διάτονον ἔντραχυ καὶ ὑπάγροικον.
[6.51] ἀλλὰ δὴ πάλιν τὸ μὲν ἁρμονικὸν μέλος τῶν μελῳδουμένων ἀδιαίρετόν ἐστι, τὸ δὲ διάτονον καὶ τὸ χρῶμα εἰδικωτέρας τινὰς εἰχε διαφοράς, δύο μὲν τὸ διάτονον, τήν τε τοῦ μαλακοῦ διατόνου καλουμένην καὶ τὴν τοῦ συντόνου, τρεῖς δέ τὸ χρῶμα· τὸ μὲν γάρ τι αὐτοῦ τονικὸν καλεῖται τὸ δὲ ἡμιτόνιον τὸ δὲ μαλακόν.
[297][298]
[6.52] Πλὴν ἐκ τούτων συμφανές ὅτι πᾶσα ἡ κατὰ μελῳδίας θεωρία παρὰ τοῖς μουσικοῖς οὐκ ἐν ἄλλῳ τινὶ τὴν ὑπόστασιν εἶχεν εἰ μὴ ἐν τοῖς φθόγγοις. καὶ διὰ τοῦτο ἀναιρουμένων αὐτῶν τὸ μηδὲν ἔσται ἡ μουσική. πῶς οὖν καὶ ἐρεῖ τις ὅτι οὐκ εἰσὶ φθόγγοι; ἐκ τοῦ φωνὴν αὐτοὺς κατὰ γένος ὑπάρχειν, φήσομεν, καὶ τὴν φωνὴν ἀνύπαρκτον ἡμῖν ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασι δεδεῖχθαι ἀπὸ τῆς τῶν δογματικῶν μαρτυρίας.
[6.53] οἵ τε γὰρ ἀπὸ τῆς Κυρήνης φιλόσοφοι μόνα φασὶν ὑπάρχειν τὰ πάθη, ἄλλο δέ οὐδέν· ὅθεν καὶ τὴν φωνὴν μὴ οὖσαν πάθος, ἀλλὰ πάθους ποιητικήν, μὴ γίγνεσθαι τῶν ὑπαρκτῶν. οἵ |γέ τοι περὶ τὸν Δημόκριτον καὶ Πλάτωνα πᾶν αἰσθητὸν ἀναιροῦντες συναναιροῦσι καὶ τὴν φωνήν, αἰσθητόν τι δοκοῦσαν πρᾶγμα ὑπάρχειν.
[6.54] καὶ γὰρ ἄλλως, εἰ ἔστι φωνή, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον οὔτε δὲ σῶμά ἐστιν, ὡς οἱ Περιπατητικοὶ διὰ πολλῶν διδάσκουσιν, οὔτε ἀσώματος, ὡς οἱ ἀπὸ τῆς Στοᾶς οὐκ ἄρα ἔστι φωνή.
[6.55] ἄλλος δέ τις κἂν ἐκείνως ἐπιχειρήσειε λέγειν, ὡς εἰ μὴ ἔστι ψυχή, οὐδὲ αἰσθήσεις· μέρη γὰρ ταύτης ὑπῆρχον. εἰ δέ μή εἰσιν αἱ αἰσθήσεις, οὐδὲ τὰ αἰσθητά· πρὸς αἰσθήσει γὰρ ἡ τούτων ὑπόστασις νοεῖται. εἰ δὲ μὴ αἰσθητά, οὐδὲ φωνή εἶδος γάρ τι τῶν αἰσθητῶν ὑπῆρχεν. ἀλλὰ μὴν οὐδέν ἐστι ψυχή, καθὼς ἐν τοῖς περὶ αὐτῆς ὑπομνήμασιν ἐδείκνυμεν· οὐκ ἄρα ἔστι φωνή.
[6.56] καὶ μὴν εἰ μήτε βραχεῖά ἐστι φωνὴ μήτε μακρά, οὐκ ἔστι φωνή· οὔτε δὲ βραχεῖά ἐστιν οὔτε μακρὰ φωνή, ὡς ἐν τοῖς πρὸς τοὺς γραμματικούς (M I 124) ὑπεμνήσαμεν, περὶ συλλαβῆς καὶ λέξεως ζητοῦντες πρὸς [299] [300] τούτους· οὐκ ἄρα ἔστι φωνή.
[6.57] πρὸς τούτοις ἡ φωνὴ οὔτε ἐν ἀποτελέσματι οὔτε ἐν ὑποστάσει νοεῖται, ἀλλʼ ἐν γενέσει καὶ χρονικῇ παρεκτάσει· τὸ δὲ ἐν γενέσει νοούμενον γίνεται, οὐδέπω δʼ ἔστιν, ὥσπερ οὐδὲ οἰκία γινομένη ἢ ναῦς καὶ ἄλλα παμπληθῆ εἶναι λέγεται. τοίνυν οὐθέν ἐστι φωνή.
[6.58] καὶ ἄλλοις δὲ συχνοῖς εἰς τοῦτο ἔνεστι λόγοις χρῆσθαι, περὶ ὧν, ὡς ἔφην, ἐν τοῖς Πυρρωνείοις ὑπομνηματιζόμενοι διεξῄειμεν. νυνὶ δὲ φωνῆς μὴ οὔσης οὐδὲ φθόγγος ἔστιν, ὃς ἐλέγετο (§ 42) φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν· φθόγγου δέ μὴ ὄντος οὐδὲ διάστημα μουσικὸν καθέστηκεν, οὐ συμφωνία, οὐ μελῳδία, οὐ τὰ ἐκ τούτων γένη. διὰ τοῦτο οὐδέ μουσική· ἐπιστήμη γὰρ ἐλέγετο ἐμμελῶν τε καὶ ἐκμελῶν.
[6.59] Ὅθεν ἀπʼ ἄλλης ἀρχῆς ὑποδεικτέον ὅτι κἂν τούτων ἀποστῶμεν, διὰ τὴν ἐγχειρηθησομένην ἐπὶ τῆς ῥυθμοποιίας ἀπορίαν ἀνυπόστατος καθέστηκεν ἡ μουσική. εἰ |γὰρ μηδέν ἐστι ῥυθμός, οὐδὲ ἐπιστήμη τις ἔσται περὶ ῥυθμοῦ ἀλλὰ μὴν οὐδέν ἐστι ῥυθμός, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τις ἐπιστήμη περὶ ῥυθμοῦ.
[6.60] ὡς γὰρ πολλάκις εἰρήκαμεν, ῥυθμὸς σύστημά ἐστιν ἐκ ποδῶν, ὁ δέ ποῦς τὸ συνεστὼς ἐξ ἄρσεως καὶ θέσεως· ἡ δὲ ἆρσις καὶ ἡ θέσις ἐν ποσότητι χρόνου θεωρεῖται, ὧν τινὰς μέν ἐπεῖχεν ἡ θέσις τινὰς δὲ ἡ ἆρσις χρόνους. καθάπερ 〈γὰρ〉 ἐκ μὲν στοιχείων συλλαβαὶ ἐκ δὲ συλλαβῶν λέξεις συντίθενται, οὕτως ἐκ μέν τῶν χρόνων οἱ πόδες ἐκ δέ τῶν ποδῶν οἱ ῥυθμοὶ γίνονται [ἐξ ἐκείνων τὴν σύστασιν λαμβάνοντες].
[6.61] ἐὰν οὖν δείξωμεν ὅτι οὐδέν ἐστι χρόνος, ἕξομεν συναποδεδειγμένον ὅτι οὐδέ πόδες ὑπάρξουσιν, διὰ δέ τοῦτο οὐδὲ οἱ ῥυθμοί, ἐξ ἐκείνων τὴν σύστασιν λαμβά- [301] [302] νοντες. ᾧ ἀκολουθήσει τὸ μηδὲ ἐπιστήμην εἶναί τινα περὶ ῥυθμούς. πῶς οὖν; ὅτι οὐδέν ἐστι χρόνος, ἤδη μὲν παρεστήσαμεν ἐν τοῖς Πυρρωνείοις, οὐδὲν δέ ἧττον καὶ τὰ νῦν παραστήσομεν ἐπὶ ποσόν.
[6.62] εἰ γὰρ ἔστι τι χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν. οὔτε δέ πεπέρασται, ἐπεὶ ἐροῦμέν ποτε γεγονέναι χρόνον ὅτε χρόνος οὐκ ἧν, καὶ ἔσεσθαί ποτε χρόνον ὅτε χρόνος οὐκ ἔσται· οὔτε ἄπειρος καθέστηκεν, ἔστι γάρ τι αὐτοῦ παρῳχηκὸς [καὶ ἐνεστὼς] καὶ μέλλον, ὧν ἑκάτερον εἰ μέν οὐκ ἔστιν, πεπέρασται ὁ χρόνος, εἰ δʼ ἔστιν, ἔσται ἐν τῷ παρόντι καὶ ὁ παρῳχηκὼς καὶ ὁ μέλλων, ὅπερ ἄτοπον. οὐκ ἄρα ἔστι χρόνος.
[6.63] τό γε μὴν ἐξ ἀνυπάρκτων συνεστὼς ἀνύπαρκτόν ἐστιν ὁ δέ χρόνος ἔκ τε τοῦ παρῳχημένου καὶ μηκέτʼ ὄντος καὶ ἐκ τοῦ μέλλοντος μηδέπω δέ ὄντος συνεστὼς ἀνύπαρκτος ἔσται.
[6.64] ἄλλως τε, εἰ μὲν ἀμερής ἐστιν ὁ χρόνος, πῶς τὸ μέν τι αὐτοῦ παρῳχημένον τὸ δέ ἐνεστὼς τὸ δὲ μέλλον λέγομεν; εἰ δέ μεριστός ἐστιν, ἐπεὶ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖται, ὡς πῆχυς μέν ὑπὸ παλαιστοῦ, ὁ παλαιστὴς δὲ ὑπὸ δακτύ |λοῦ, δεήσει καὶ αὐτὸν ὑπό τινος τῶν αὐτοῦ μερῶν καταμετρεῖσθαι.
[6.65] οὔτε δέ τῷ ἐνεστῶτι δυνατὸν καταμετρεῖν τούς ἄλλους χρόνους, ἐπείπερ [ὁ] γινόμενος 〈κατ᾿ αὐτούς〉 [καὶ] ὁ ἐνεστὼς χρόνος ὁ αὐτὸς ἕσται [κατ᾿ αὐτοὺς] παρῳχημένος καὶ μέλλων, παρῳχημένος μὲν ὅτι τὸν παρῳχημένον καταμετρεῖ χρόνον, μέλλων δὲ ὅτι τὸν μέλλοντα· ὅπερ ἄτοπον. οὔτε τοίνυν τινὶ τῶν λειπομένων δυοῖν τὸν ἐνεστῶτα καταμετρητέον. διʼ ἣν αἰτίαν οὐδέ ταύτῃ λεκτέον εἶναί τινα χρόνον.
[6.66] πρὸς τούτοις ὁ χρόνος τριμερής ἐστι, καὶ τὸ μὲν ἔχει παρῳχηκὸς τὸ δὲ ἐνεστὼς [303] [304] τὸ δὲ μέλλον, ὧν τὸ μὲν παρῳχημένον οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν, τὸ δὲ ἐνεστὼς ἤτοι ἀμερές ἐστιν ἢ μεριστόν. ἀλλʼ ἀμερές μὲν οὐκ ἂν εἴη ἐν ἀμερεῖ μὲν γὰρ οὐδὲν δύναται γίνεσθαι μεριστόν, ὥς φησι Τίμιων (fr. B 76 Diels PPF), οἷον τὸ γίνεσθαι, τὸ φθείρεσθαι. καὶ ἄλλως,
[6.67] εἴπερ ἀμερές ἐστι τὸ ἐνεστὼς τοῦ χρόνου, οὔτε ἀρχὴν ἔχει ἀφʼ ἧς ἄρχεται, οὔτε πέρας ἐφʼ ὃ καταλήγει, διὰ δὲ τοῦτο οὐδὲ μέσον· καὶ οὕτως οὐκ ἔσται ὁ ἐνεστὼς χρόνος. εἰ δὲ μεριστός ἐστιν, εἰ μὲν εἰς τοὺς μὴ ὄντας χρόνους μερίζεται, οὐκ ἔσται χρόνος, εἰ δʼ εἰς τοὺς ὄντας χρόνους, οὐκ ἔσται ὅλος ὁ χρόνος, ἀλλὰ τῶν μερῶν αὐτοῦ τινὰ μὲν ἔσται τινὰ δὲ οὐκ ἔσται. τοίνυν οὐδέν ἐστι χρόνος, διὰ δὲ τοῦτο οὐδὲ πόδες, οὐδὲ ῥυθμοί, οὐδʼ ἡ περὶ τούς ῥυθμούς ἐπιστήμη.
[6.68] Τοσαῦτα πραγματικῶς καὶ πρὸς τὰς τῆς μουσικῆς εἰπόντες ἀρχὰς ἐν τοσούτοις τὴν πρὸς τὰ μαθήματα διέξοδον ἀπαρτίζομεν.
[305][306]