Pular para o conteúdo

Salmos

Capítulo 97

Capítulo 97

1 Ἄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν Κύριος·
ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ
καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.

2 ἐγνώρισεν Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν·
ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.

3 ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ,
καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ·
εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.

4 ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ,
ἄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε.

5 ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ,

6 ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης·
ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίῳ.

7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς,
ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες αὐτὴν·

8 ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό,
τὰ ὄρη ἀγαλλιάσονται,

9 §ὅτι ἥκει κρῖναι τὴν γῆν·
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
καὶ λαοὺς ἐν εὐθύτητι.