Capítulo 86
1 Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις·
2 ἀγαπᾄ Κύριος τὰς πύλας Σειὼν ὑπὲρ πάντα τὰ σκηνώματα
Ἰακώβ.
3 δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ.
διάψαλμα.
4 μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με·
καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Tύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι
ἐγενήθησαν ἐκεῖ
5 Μήτηρ Σειών. ἐρεῖ ἄνθρωπος.
καί Ἀνθρωπος ἐγενήθη ἐν αὐτῇ,
καί Αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος.
6 Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν
γεγενημέναων ἐν αὐτῇ. διάψαλμα.
7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.