Capítulo 81
1 Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν,
ἐν μέσῳ δὲ θεοὺς διακρίνει.
2 ἕως πότε κρίνετε ἀδικίαν,
καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα.
3 κρίνατε ὀρφανὸν καὶ πτωχόν,
ταπεινὸν καὶ πέυητα δικαιώσατε·
4 ἐξέλεσθε πένητα καὶ πτωχόν,
ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.
5 οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν.
ἐν σκότει διαπορεύονται·
σαλευθήσοναι πάντα τὰ θεμέλια τῆς γῆς.
6 ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ Υψἰστου πάντες·
7 ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε,
καὶ ὡς εἴς τῶν ἀρχόντων πίπτετε.
8 ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν·
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.