Pular para o conteúdo

Salmos

Capítulo 8

Capítulo 8

1 Εἰς τὸ τέλος, ὑπερ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυείδ.

2 Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῆ·
ὅτι ἐπήρθη ἡ μεγαλοπρεπία σου ὑπεράνω τῶν οὐρανῶν.

3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.

4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,
σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας·

5 τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ,
ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν ;

6 ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους,
δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν.

7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα χειρῶν σου·
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,

8 πρόβατα καὶ βόας πάσας,
ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,

9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης,
τὰ διαπορευόμενα τρίβους θαλασσῶν.

10 Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.