Pular para o conteúdo

Salmos

Capítulo 69

Capítulo 69

1 Είς τὸ τέλος· τῷ Δαυείδ εἰς ἀγάμνησιν, εἰς τὸ
Σῶσαί με Κύριον.

2 Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες·

3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχὴν.
ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλό-
μενοί μοι κακά·

4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι
Εὐγε εὖγε.

5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζη-
τοῦντές σε,
καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγα-
πῶντες τὸ σωτήριόν σου.

6 ἐγὰ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι·
βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε. μὴ χρονίσῃς.