Pular para o conteúdo

Salmos

Capítulo 66

Capítulo 66

1 Εἰς τὸ τέλος, ἐν δμνοις· ψαλμὸς τῷ Δαυείδ.

2 Ὁ θεός, οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς.
ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς. διαψαλμα.

3 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου,
καὶ ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου

4 ἐξομολογησάσθωσαν λαοί, ὁ θεός,
ἐξομολογησάσθωσαν λαοὶ πάντες.

5 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη,
ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι,
καὶ ἔθνη ἐν τῆ γῇ ὁδηγήσεις. διάψαλμα.

6 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

7 γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς·
εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν,

8 εὐλογήσαι ἡμᾶς ὁ
θεός,
καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.