Capítulo 62
1 ψαλμὸς τῷ Δαυείδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ
ἐρήμῳ τῆς Ἰδουμαίας.
2 Ὁ θεὸς ὁ θεός μου. πρὸς σὲ ὀρθρίζω·
ἐδίψησέν σοι ἡ ψυχή μου.
ποσαπλῶς σοι ἡ σάρξ μου.
ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
3 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι,
τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
4 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπέρ ζωάς,
τὰ χείλη μου ἐπαινέσουσίν σε.
5 οὕτως εὐλογήσω σε ἐν τῆ ζωῇ μου.
ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
6 ὼσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου.
καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ὄνομά σου.
7 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τῷ ὄρθρῳ μου
ἐμελέτων εἰς σέ·
8 ὅτι ἐγενήθης βοηθός μου.
καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,
ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.
10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου,
εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς,
11 παραδοθήσονται εἰς χεῖρας ῥομφαίας,
μερίδες ἀλωπέκων ἔσονται.
12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ,
ἐπαινεσθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ,
ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.