Pular para o conteúdo

Salmos

Capítulo 60

Capítulo 60

1 Εἰς τὸ τέλος, ἐν ὔμνοις· τῷ Δαυείδ.

2 Εἰσάκουσον τῆς δεήσεως μου,
πρόσχες τῆς προσευχῆς μου.

3 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. ἐν τῷ ἀκηδιάσαι
τὴν καρδίαν μου.
ἐν πέτρᾳ ὕψωσάς με,
ὡδήγησάς με,

4 ὅτι ἐγενήθης ἐλπίς μου.
πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.

5 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, διάψαλμα.
σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.

6 ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν προσευχῶν μου,
ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.

7 ἡμέρας ἐφʼ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ,
ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.

8 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ·
ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν

9 οὕτως ψαλῶ τῷ ἀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.