Pular para o conteúdo

Salmos

Capítulo 53

Capítulo 53

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυείδ,

2 ἐν
τῷ ἐλθεῖν τοὺς Ζειφαίους· καὶ εἶπεν τῷ Σαούλ
Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρʼ ἡμῖν;

3 Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με,
καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.

4 ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμέ,
καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχὴν μου·
οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάφαλμα.

6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι.
καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.

7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου·
ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.

8 ἑκουσίως θύσω σοι,
ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἀγαθόν·

9 ὅτι ἐκ πάσης θλίψεως ἐρύσω με.
καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.