Capítulo 29
1 Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐνκαινισμοῦ
τοῦ οἴκου, τοῦ Δαυείδ.
2 Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με,
καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπʼ ἐμέ.
3 Κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με·
4 Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,
ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ,
καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,
καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ·
τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός,
καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.
7 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
8 Κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν·
ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
9 πρὸς σέ, Κύριε, κεκράξομαι,
καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι.
10 τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν ;
μὴ ἐξομολογήσεταί σοι χοῦς.
ἡ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
11 ἤκουσεν Κύριος καὶ ἠλέησέν με,
Κύριος ἐγενήθη βοηθός μου.
12 ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί,
διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.
Κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.