Pular para o conteúdo

Salmos

Capítulo 25

Capítulo 25

1 Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην,
καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ.

2 δοκίμασόν με, Κύριε, καὶ πείρασόν με,
πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.

3 ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν,
καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.

4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος,
καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω.

5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων,
καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.

6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου,
καὶ κυκλώσω τὸ θυσιαστήριόν σου·

7 τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως,
καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.

8 Κύριε, ἠγάπησα εὐπρεπίαν οἴκου σου
καὶ τόπαν σκηνώματος δόξης σου.

9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου.
καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωὴν μου·

10 ὧν ἐν χερσὶν ἀνομίαι,
ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.

11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην·
λύτρωσαί με καὶ ἐλέησόν με.

12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι·
ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.