Capítulo 23
1 Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,
ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν,
καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου,
καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
4 ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ,
ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ,
καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.
5 οὗτος λήμψεται εὐλογίαν παρὰ Κυρίου,
καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.
6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν,
ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. διάψαλμα.
7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,
καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,
καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
Κύριος κραταιὸς καὶ δυνατός,
Κύριος δυνατὸς ἐν πολέμῳ.
9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν,
καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,
καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν
οὗτος ὁ βασιλεὺς τῆς δόξης.