Pular para o conteúdo

Salmos

Capítulo 19

Capítulo 19

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.

2 Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,
ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ.

3 ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου,
καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου·

4 μνησθείη πάσης θυσίας σου,
καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. διάψαλμα.

5 δῴῃ σοι κατὰ τὴν καρδίαν σου,
καὶ πᾶσαν τὴν βουλὴν σου πληρώσαι.

6 ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου,
καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.

7 νῦν ἔγνων ὅτι ἔσωσεν Κύριος τὸν χριστὸν αὐτοῦ·
ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ,
ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.

8 οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις,
ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

9 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν,
ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.

10 Κύριε, σῶσον τὸν βασιλέα σου,
καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.