Pular para o conteúdo

Salmos

Capítulo 151

Capítulo 151

1 Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου.
καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου·
ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.

2 αἱ χεῖρές μου ἐποίησαν 'ὄργανον,
οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.

3 καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου;
αὐτὸς Κύριος, αὐτὸς εἰσακούει.

4 αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ,
καὶ ἤρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου,
καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.

5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι,
καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς Κύριος.

6 ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ,
καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·

7 ἐγὼ δὲ σπασάμενος τὴν παρʼ αὐτοῦ μάχαιραν
ἀπεκεφάλισα αὐτόν, καὶ ἤρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.

Notas do Processador


Ὁ Διαφορεύς παρῆν