Pular para o conteúdo

Salmos

Capítulo 149

Capítulo 149

1 ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν,
ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.

2 εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν,
καὶ υἱοὶ Σειὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν·

3 αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ,
ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

4 ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ,
καὶ ὑψώσει πρᾳεῖς ἐν σωτηρίᾳ.

5 καυχήσονται ὅσιοι ἐν δόξῃ,
καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

6 αἱ ὑψώσεις τοῦ θεοῦ ἐν λάρυγγι αὐτῶν,
καὶ ῥομφαὶαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν,

7 τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν,
ἐλεγμοὺς ἐν τοῖς λαοῖς,

8 τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις
καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,

9 ποῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔνγραπτον·
δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ.