Capítulo 147
1 Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον,
αὔει τὸν θεόν σου, Σειών·
2 ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου,
εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί.
3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην,
καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·
4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῆ,
ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·
5 τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον,
ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος·
6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς,
κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
7 ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·
πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.
8 ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ,
δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ.
9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει,
καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.