Capítulo 145
1 Aἴνει, ἡ ψυχὴ μου, τὸν κύριον·
2 αἰὰέσω Κύριον ἐν ζωῇ μου,
ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω.
3 μὴ πεποίθατε ἐπʼ ἄρχοντας καὶ ἐφʼ υἱοὺς ἀνθρώπων, οἷς
οὐκ ἔστιν σωτηρία·
4 ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ
καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ·
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
5 μακάριος οὗ ὁ θεὸς Ἰακὼβ βοηθός,
ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν θεὸν αὐτοῦ·
6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,
τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
7 ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις,
διδόντα τροφὴν τοῖς πεινῶσιν.
Κύριος λύει πεπεδημένους·
8 Κύρος ἀνορθοῖ κατερραγμένους·
Κύριος σοφοῖ τυφλούς·
Κύριος ἀγαπᾷ δικαίους·
9 Κύριος φυλάσσει τοὺς προσηλύτους,
ὀρφανὸν καὶ χήραν ἀναλήμψεται,
καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
10 βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ θεός σου, Σιών,
εἰς γενεὰν καὶ γενεάν.