Pular para o conteúdo

Salmos

Capítulo 14

Capítulo 14

1 Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου ;
καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου ;

2 πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην,
λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ·

3 ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ,
οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακόν,
καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ·

4 ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος,
τοὺς δὲ φοβουμένους Κύριον δοξάζει·
ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·

5 τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ,
καὶ δῶρα ἐπʼ ἀθῴοις οὐκ ἔλαβεν·
ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.