Capítulo 137
1 Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου·
καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί
σου
ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου,
ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ ἅγιόν σου.
3 ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ταχὺ ἐπάκουσόν μου·
πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει πολλῇ.
4 ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς,
ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου·
5 καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου,
ὅτι ἡ δόξα Κυρίου μεγάλη·
6 ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ,
§καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
7 ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με·
ἐπʼ ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς μου.
καὶ ἔσωσέν με ἡ δεξιά σου.
8 Κύριε, ἀνταποδώσεις ὑπέρ ἐμοῦ
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα,
Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.