Pular para o conteúdo

Salmos

Capítulo 132

Capítulo 132

1 Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἡ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ
αὐτό;

2 ὡς μύρον ἐπὶ κεφαλὴν τὸ καταβαῖνον ἐπὶ πώγωνα,
τὸν πώγωνα τὸν Ἀαρών,
τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·

3 ὡς δρόσος Ἁερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών·
ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ
αἰῶνος.