Pular para o conteúdo

Salmos

Capítulo 130

Capítulo 130

1 Κύριε. οὐχ ὑψώθη μου ἡ καρδία.
οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου·
οὐδὲ ἐπορεύθην ἐν μεγάλοις
οὐδὲ ἐν θαυμασίοις ὑπέρ ἐμέ,

2 εἰ μὴ ἐταπεινοφρόνουν.
καὶ ὕψωσα τὴν ψυχὴν μου,
ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ,
ἕως ἀνταποδώσεις ἐπὶ ψυχὴν μου.

3 ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν κύριον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.