Capítulo 128
1 Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
εἰπάτω δὴ Ἰσραήλ·
2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
καὶ γὰρ οὐκ ἠδυνήθησαν μοι.
3 ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί,
ἀμάκρυναν τὴν ἀνομίαν αὐτῶν·
4 Κύριος δίκαιος συνέκοψεν αὐχένα ἁμαρτωλῶν·
5 αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ
μισοῦντες Σιών·
6 γενηθήτωσαν ὡς χόρτος δωμάτων,
ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
7 οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων,
καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων·
8 καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία Κυρίου ἐφʼ ἡμᾶς,
εὐλογήσομεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.